<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1" n="11"><p><label>(6)</label> Οἱ δὲ φιλόσοφοι ἀλλήλους συναθροίσαντες οἱ τριακόσιοι ἐλάλησαν μετ᾽ ἀλλήλων λέγοντες· Οἴδατε ὅτι ὁ ἀνὴρ οὗτος ξένην φιλοσοφίαν ἤγαγεν, καὶ οἱ λόγοι οἱ παρ᾽ αὐτοῦ εἰρημένοι εἰς ἔκστασιν ἡμᾶς φέρουσιν· τί οὖν ποιήσωμεν περὶ αὐτοῦ ἢ περὶ τοῦ ὀνόματος τοῦ λεγομένου Ἰησοῦ τοῦ βασιλέως τῶν αἰώνων ὃν λέγει; Καὶ ἔτι εἰς ἀλλήλους φησὶν ὅτι Τάχα ἡμεῖς οὐ δυνάμεθα πρὸς αὐτὸν διαλέγεσθαι, εἰ μὴ ὁ ἀρχιερεὺς τῶν Ἰουδαίων. εἰ οὗν δοκεῖ, ἀποστείλωμεν πρὸς αὐτὸν ὅπως αὐτὸς ἀντιστῇ τῷ ξένῳ τούτῳ, καὶ ἀκριβῶς μάθωμεν τὸ εὐαγγελιζόμενον ὄνομα. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1" n="12"><p><label>(7)</label> Ἔγραψαν οὖν εἰς Ἰερουσαλὴμ τὸν τρόπον τοῦτον· Οἱ φιλόσοφοι τῆς Ἑλλάδος Ἀνανίᾳ τῷ μεγάλῳ ἀρχιερεῖ τῶν Ἰουδαίων τῶν ἐν Ἰερουσαλήμ. Μεγάλης οὔσης μετὰ σοῦ τε καὶ ἡμῶν ἐν παντὶ τῷ καιρῷ, ὡς ὅτι ἡμεῖς οἱ φιλοσοφούμενοι οἱ Ἀθηναῖοι γινώσκεις. ἦλθέν τις ἀνὴρ ξένος κατὰ τὴν Ἑλλάδα, Φίλιππος ὀνόματι, καὶ ἀπλῶς ἐτάραξεν ἡμᾶς σφόδρα ἔν τε λόγοις καὶ δυνάμεσιν ἐξαισίοις, καὶ εἰσφέρει ὄνομα ἐπίδοξον Ἰησοῦν, μαθητὴν ἐκείνου ἑαυτὸν ὁμολογῶν. ποιεῖ δὲ καὶ θαυμάσια ἅπερ γράφομέν σοι, ὅτι ἐξέβαλεν δαίμονας ἐγκεχρονικότας ἐν τοῖς ἀνθρώποις, καὶ κωφοὺς ποιεῖ ἀκούειν, τυφλοὺς βλέπειν· καὶ τὸ θαυμαστότερον, ὅπερ ἔδει καὶ πρῶτον σημᾶναι, ὅτι ἀνθρώπους ἴσως πεπληρωκότας τὸν ἀριθμὸν τοῦ βίου ἀποθανόντας ἀνέστησεν. ἡ δὲ φήμη αὐτοῦ διῆλθεν <pb facs="actaphilippietac00bonnuoft_0055"/> εἰς πᾶσαν τὴν Ἑλλάδα καὶ Μακεδονίαν, καὶ πολλοί εἰσιν οἱ ἐρχόμενοι πρὸς αὐτὸν ἀπὸ τῶν κύκλῳ πόλεων φέροντες τοὺς κεκακωμένους ποικίλαις νόσοις, καὶ πάντας ἰᾶται διὰ τοῦ ὀνόματος τοῦ Ἰησοῦ. διὰ τοῦτο τοίνυν ἄνευ πάσης φειδοῦς ἐλθὲ πρὸς ἡμᾶς, ἵνα αὐτὸς ἡμῖν ἀπαγγείλῃς τὸ τί βούλεται εἶναι τὸ ὄνομα τι τῶ διδάσκει τὸν Ἰησοῦν. διὰ τοῦτο γὰρ καὶ ἀπεστείλαμέν σοι τήνδε τὴν ἐπιστολήν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1" n="13"><p><label>(8)</label> Ἐγένετο δὲ ὡς ἐδέξατο τὴν ἐπιστολὴν ὁ ἀρχιερεὺς καὶ ὡς ἀνέγνω, ὀργῆς μεγάλης ἐπλήσθη, καὶ τὰ ἱμάτια αὐτοῦ διέρρηξεν καί φησιν· Ἇρα ὅτι ὁ πλάνος ἐκεῖνος καὶ ἐν Ἀθήναις ἐν τοῖς φιλοσόφοις ἐχώρησεν ἀπατῆσαι αὐτούς; Ὁ δὲ Μανσημάτ, τοῦτ᾽ ἔστιν ὁ Σατανᾶς, ὑπεισῆλθεν εἰς τὸν Ἀνανίαν καὶ ἐπλήρωσεν αὐτὸν θυμοῦ καὶ ὀργῆς· καὶ εἶπεν ὅτι Ἐὰν ἐάσω αὐτόν τε ἐκεῖνον τὸν Φίλιππον καὶ τοὺς μετ᾽ αὐτοῦ ζῆσαι, πάντως ὁ νόμος λυθήσεται, καὶ ἡ διδασκαλία αὐτῶν ἴσως πληρώσει τὴν γῆν ὅλην. Καὶ εἰσῄει ὁ ἀρχιερεὺς εἰς τὴν οἰκίαν τὴν ἑαυτοῦ καὶ οἱ νομοδιδάσκαλοι καὶ οἱ Φαρισαῖοι, καὶ συνεβουλεύσαντο μετ᾽ ἀλλήλων λέγοντες· Τὶ ποιήσωμεν περὶ τούτων; Καὶ λέγουσιν τῷ ἀρχιερεῖ· Ἀνανία ἀναστὰς ὅπλισον σεαυτὸν καὶ ἐκ τοῦ λαοῦ πεντακοσίους δυνατοὺς ἄνδρας, καὶ ἄπελθε εἰς τὰς Ἀθήνας, καὶ πάντως ἀνάλισκε τὸν Φίλιππον, καὶ τὴν διδαχὴν αὐτοῦ οὕτως ἀνατρέψεις. </p></div></div></body></text></TEI>