Ἐκ τῶν περιόδων Φιλίππου τοῦ ἀποστόλου ἀπὸ πράξεως πεντεκαιδεκάτης μέχρι τέλους, ἐν αἷς τὸ μαρτύριον. (1) Κατὰ τὸν καιρὸν ἐκεῖνον Τραϊανοῦ τοῦ βασιλέως παρειληφότος τὴν τῶν Ῥωμαίων ἀρχήν, μετὰ τὸ μαρτυρῆσαι ἐν ὀγδόῳ ἔτε τῆς βασιλείας αὐτοῦ Σίμωνα τὸν τοῦ Κλωπᾶ ἐπίσκοπον ὄντα Ἰεροσολύμων, δεύτερον γενόμενον ἐπίσκοπον μετὰ Ἰάκωβον τὸν χρηματίσαντα ἀδελφὸν τοῦ κυρίου τῆς ἐκεῖσε ἐκκλησίας, Φίλιππος ὁ ἀπόστολος διερχόμενος τὰς τῆς Λυδίας καὶ Ἀσίας πόλεις καὶ χώρας κατήγγελλεν πᾶσιν τὸ εὐαγγέλιον τοῦ Χριστοῦ. (2) Φθάσας δὲ ἐν πόλει Ὀφιορύμῃ, ἥτις καλεῖται Ἱεράπολις τῆς Ἀσίας, ὑπεδέχθη ὑπό τινος πιστοῦ ὀνόματι Στάχυος. συνῆν δὲ αὐτῷ καὶ Βαρθολομαῖος εἷς τῶν ἑβδομήκοντα μαθητῶν τοῦ κυρίου καὶ ἡ ἀδελφὴ αὐτοῦ Μαριάμνη καὶ οἱ ἀκολουθοῦντες αὐτῷ μαθηταὶ αὐτοῦ. συναχθέντων δὲ πολλῶν ἀνδρῶν τε καὶ γυναικῶν ἐν τῇ οἰκίᾳ τοῦ Στάχυος ἦν ὁ Φίλιππος ἅμα τῷ Βαρθολομαίῳ διδάσκων αὐτοὺς τὰ περὶ τοῦ Ἰησοῦ. (3) Ἡ δὲ ἀδελφὴ τοῦ Φιλίππου Μαριάμνη καθεζομένη ἐν τῇ εἰσόδῳ τῆς οἰκίας τοῦ Στάχυος προσεῖχεν τοῖς προσερ χομένοις, πείθουσα αὐτοὺς ἐπακροᾶσθαι τῶν ἀποστόλων λεγόντων πρὸς αὐτούς· Ἀδελφοὶ ἡμῶν, υἱοὶ τοῦ πατρὸς τοῦ ἐν τοῖς οὐρανοῖς, ὑμεῖς ἐστε τὸ πλοῦτος τὸ καλὸν καὶ ἡ ὕπαρξις τῆς ἄνω πόλεως, ἡ τερπνότης τοῦ κατοικητηρίου οὗ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.