<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1" n="106"><p><label>(5)</label> Καὶ εὐθέως ἐγένετο ὡς ἀστραπὴ πυρός, καὶ κατετύφλωσε τὸν δράκοντα καὶ τοὺς ἐν αὐτῷ θῆρας. ἐξηράνθη δὲ παραχρῆμα καὶ ὁ δράκων καὶ οἱ ὄφεις, καὶ αἱ τοῦ φωτὸς ἀκτῖνες ἦλθον εἰς τὰς ὀπὰς τῶν φωλεῶν καὶ συνέτριψαν τὰ ᾠὰ τῶν ὄφεων. οἱ δὲ ἀπόστολοι συνεκάλυψαν τοὺς ὀφθαλμούς, μὴ δυνηθέντες ἀντιβλέψαι εἰς τὸ θαῦμα τὸ φανὲν τῆς ἀστραπῆς. καὶ οὕτως διῆλθον ἀβλαβεῖς τὴν ἑαυτῶν ὁδὸν πορευθέντες, αἰνοῦντες τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν. ἀμήν. <pb facs="actaphilippietac00bonnuoft_0089"/></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1" n="107"><head rend="center">Ἐκ τῶν περιόδων Φιλίππου τοῦ ἀποστόλου ἀπὸ πράξεως πεντεκαιδεκάτης μέχρι τέλους, ἐν αἷς τὸ μαρτύριον. </head><p rend="indent">(1) Κατὰ τὸν καιρὸν ἐκεῖνον Τραϊανοῦ τοῦ βασιλέως παρειληφότος τὴν τῶν Ῥωμαίων ἀρχήν, μετὰ τὸ μαρτυρῆσαι ἐν ὀγδόῳ ἔτε τῆς βασιλείας αὐτοῦ Σίμωνα τὸν τοῦ Κλωπᾶ ἐπίσκοπον ὄντα Ἰεροσολύμων, δεύτερον γενόμενον ἐπίσκοπον μετὰ Ἰάκωβον τὸν χρηματίσαντα ἀδελφὸν τοῦ κυρίου τῆς ἐκεῖσε ἐκκλησίας, Φίλιππος ὁ ἀπόστολος διερχόμενος τὰς τῆς Λυδίας καὶ Ἀσίας πόλεις καὶ χώρας κατήγγελλεν πᾶσιν τὸ εὐαγγέλιον τοῦ Χριστοῦ. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1" n="108"><p><label>(2)</label> Φθάσας δὲ ἐν πόλει Ὀφιορύμῃ, ἥτις καλεῖται Ἱεράπολις τῆς Ἀσίας, ὑπεδέχθη ὑπό τινος πιστοῦ ὀνόματι Στάχυος. συνῆν δὲ αὐτῷ καὶ Βαρθολομαῖος εἷς τῶν ἑβδομήκοντα μαθητῶν τοῦ κυρίου καὶ ἡ ἀδελφὴ αὐτοῦ Μαριάμνη καὶ οἱ ἀκολουθοῦντες αὐτῷ μαθηταὶ αὐτοῦ. συναχθέντων δὲ πολλῶν ἀνδρῶν τε καὶ γυναικῶν ἐν τῇ οἰκίᾳ τοῦ Στάχυος ἦν ὁ Φίλιππος ἅμα τῷ Βαρθολομαίῳ διδάσκων αὐτοὺς τὰ περὶ τοῦ Ἰησοῦ. <pb facs="actaphilippietac00bonnuoft_0090"/></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1" n="109"><p><label>(3)</label> Ἡ δὲ ἀδελφὴ τοῦ Φιλίππου Μαριάμνη καθεζομένη ἐν τῇ εἰσόδῳ τῆς οἰκίας τοῦ Στάχυος προσεῖχεν τοῖς προσερ χομένοις, πείθουσα αὐτοὺς ἐπακροᾶσθαι τῶν ἀποστόλων λεγόντων πρὸς αὐτούς· Ἀδελφοὶ ἡμῶν, υἱοὶ τοῦ πατρὸς τοῦ ἐν τοῖς οὐρανοῖς, ὑμεῖς ἐστε τὸ πλοῦτος τὸ καλὸν καὶ ἡ ὕπαρξις τῆς ἄνω πόλεως, ἡ τερπνότης τοῦ κατοικητηρίου οὗ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1" n="110"><p><label>(4)</label> καταπατήσατε τὰς παγίδας τοῦ ἐχθροῦ, τὸν εἰλισσόμενον ὄφιν. στρεβλὴ γάρ ἐστιν ἡ ὁδὸς αὐτοῦ, ἐπειδὴ τοῦ πονηροῦ υἱός ἐστιν, καὶ ἔστιν ἐν αὐτῷ ἰὸς πονηρίας· πατὴρ δὲ αὐτοῦ ἐστιν ὁ διάβολος ὁ τοῦ θανάτου πρόξενος, μήτηρ δὲ αὐτοῦ ἡ φθορά· ὀργὴ ἐν τοῖς ὀφθαλμοῖς αὐτοῦ καὶ ὄλεθρος ἐν τῷ στόματι αὐτοῦ, καὶ ἡ ὀδὸς αὐτοῦ ᾅδης. διὸ φεύγετε ἀπ᾽ αὐτοῦ, τοῦ μὴ ἔχοντος ὑπόστασιν, τοῦ ἀμόρφου, <pb facs="actaphilippietac00bonnuoft_0091"/> τοῦ μὴ ἔχοντος μορφὴν ἐν πάσῃ τῇ κτίσει, εἴτε ἐν τῷ οὐρανῷ εἴτε ἐν τῇ γῇ, εἴτε ἐν τοῖς πετεινοῖς εἴτε ἐν τοῖς κτήνεσιν. πάντα γὰρ ἀποστρέφονται τῆς μιορφῆς αὐτοῦ· καὶ γὰρ ἐν τοῖς κτήνεσιν καὶ πετεινοῖς τοῦ οὐρανοῦ ἔστιν ἡ γνῶσις αὐτοῦ ὅτι σύρει ὁ ὄφις τὴν κοιλίαν αὐτοῦ καὶ τὸ στῆθος· ἔστιν δὲ τὸ κατοικητήριον αὐτοῦ ὁ τάρταρος, καὶ ἐν τῷ σκότει βαδίζει, ἐπειδὴ οὐκ ἔχει παρρησίαν ἐν οὐδενί. φεύγετε οὖν ἀπ᾽ αὐτοῦ, ἵνα μὴ ὁ ἰὸς αὐτοῦ ἐκχυθῇ ἐπὶ τὸ στόμα ὑμῶν. </p></div></div></body></text></TEI>