<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1" n="104"><p><label>(3)</label> Λαβόντες οὖν τὸ ἑαυτῶν ποτήριον ἐπηύξαντο οὕτως Σὺ εἶ ὁ δροσίζων πᾶσαν πυρὰν καὶ χαλινῶν σκότος καὶ βάλλων χαλινὸν εἰς τὸ στόμα τοῦ δράκοντος, ὁ καταργήσας αὐτοῦ τὴν ὀργήν, ὁ ἀποστρέψας εἰς τὰ ὀπίσω τὴν πονηρίαν τοῦ ἀλλοτρίου καὶ καταποντίσας αὐτὸν ἐν τῷ ἰδίῳ πυρί, ὁ κλείσας τὸν φωλεὸν αὐτοῦ καὶ ἀσφαλισάμενος τὰς ἐκβάσεις αὐτοῦ καὶ κολαφίζων τὴν ὑπερηφανίαν αὐτοῦ· ἐλθὲ μεθ᾽ ἡμῶν ἐν τῇ ἐρημίᾳ ταύτῃ· τρέχομεν γὰρ διὰ τὸ θέλημά σου καὶ διὰ τὸ σὸν πρόσταγμα. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1" n="105"><p><label>(4)</label> Καὶ στραφεὶς ὁ Φίλιππος λέγει τῷ Βαρθολομαίῳ καὶ τῇ Μαριάμνῃ· Νῦν ἀναστάντες ἐπάρατε τὰς χεῖρας μετὰ τοῦ ποτηρίου τοῦ κρατουμένου ὑφ᾽ ὑμῶν, καὶ ῥαντίσατε ἐπὶ τὸν ἀέρα τὸ σημεῖον τοῦ σταυροῦ, καὶ ἴδητε τὴν δόξαν τοῦ δυνατοῦ. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1" n="106"><p><label>(5)</label> Καὶ εὐθέως ἐγένετο ὡς ἀστραπὴ πυρός, καὶ κατετύφλωσε τὸν δράκοντα καὶ τοὺς ἐν αὐτῷ θῆρας. ἐξηράνθη δὲ παραχρῆμα καὶ ὁ δράκων καὶ οἱ ὄφεις, καὶ αἱ τοῦ φωτὸς ἀκτῖνες ἦλθον εἰς τὰς ὀπὰς τῶν φωλεῶν καὶ συνέτριψαν τὰ ᾠὰ τῶν ὄφεων. οἱ δὲ ἀπόστολοι συνεκάλυψαν τοὺς ὀφθαλμούς, μὴ δυνηθέντες ἀντιβλέψαι εἰς τὸ θαῦμα τὸ φανὲν τῆς ἀστραπῆς. καὶ οὕτως διῆλθον ἀβλαβεῖς τὴν ἑαυτῶν ὁδὸν πορευθέντες, αἰνοῦντες τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν. ἀμήν. <pb facs="actaphilippietac00bonnuoft_0089"/></p></div></div></body></text></TEI>