<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1" n="1"><pb facs="actaphilippietac00bonnuoft_0049"/><head rend="center">Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου ὅτε ἐξερχόμενος ἀπὸ τῆς Γαλιλαίας ἤγειρε τὸν νεκρόν.</head><p rend="indent">Ἐξελθόντος Φιλίππου τοῦ ἀποστόλου ἀπὸ τῆς Γαλιλαίας χήρα τις ἐξεκόμιζε μονογενῆ τέκνον· ὁ δὲ ἀπόστολος σφόδρα ἔπαθεν τῇ ψυχῇ θεωρήσας τὴν ἀθλίαν γραΐδα οὕτως τὰς τρίχας διαρρήξασαν καὶ τὸ πρόσωπον αὐτῆς ἀφανίσασαν. εἶπεν δὲ πρὸς αὐτὴν ὁ ἀπόστολος· Ποίᾳ αἰτίᾳ οὗτος ἐτελεύτησεν; Ἣ δὲ ἔφη· Συγχώρησόν μοι, παρακαλῶ σε, καὶ μή με ἐρώτα· τὰ γὰρ σπλάγχνα μου διερράγη, καὶ ἡ φωνή μου ἀπόλωλεν, καὶ οὐ δύναμαί σοι διηγήσασθαι· ἔασόν με κόπτεσθαι τοῦτον τὸν ἀνώνυμον κοπετόν, ὅτι ἑνὸς υἱοῦ ἐστερήθην, μηδὲν τοὺς θεοὺς ἀδικήσασα, οἷς καθ᾽ ἡμέραν ἔθυον· τῷ μὲν Ἄρει θυσίας οὐκ ὀλίγας· τῷ δὲ Ἀπόλλωνι τοσαῦτα ἀνάλωσα, τῷ δὲ Ἑρμῇ σχεδὸν τὴν ἐμὴν ψυχὴν κατέρριψα, τῇ Ἀρτέμιδι μόσχους θύουσα, τῷ Διὶ στεφάνους ἐκόμισα, τῇ Ἀθήνᾷ τράγους εἰς ὁλοκαυτώματα ἀνήνεγκα· καὶ ἅπαξ ἁπλῶς ὅσοι τέ εἰσι θεοὶ πᾶσι δῶρα ἀπεκόμισα, ὥστε καὶ αὐτῷ τῷ Ἡλίῳ καὶ <pb facs="actaphilippietac00bonnuoft_0050"/> τῇ Σελήνῃ· καὶ ὡς νομίζω ὅτι ἐπ᾽ ἐμοὶ κεκοίμηνται, τοσαῦτα ἐκέκραξα, καὶ οὐκ εἰσήκουσάν μου. λοιπὸν ἀναγκαζομένη εὑρίσκω ἄνθρωπον ὅστις λέγει μάντις εἶναι, καὶ εἶπέν μοι· Τί σὺ θέλεις μήτηρ μαντεύσω σοι; Καὶ αὐτὸς τοίνυν ὅμοιος εὑρέθη τῶν θεῶν· πᾶν γάρ μοι ψεῦδος ἐμαντεύσατο· ἀνωφελεῖς δὲ ἐγένοντό μοι αἱ μαντεῖαι, καὶ οἱ θεοὶ μάταιοι καὶ τετυφλωμένοι. τάχα γὰρ κἀγὼ ὁμοία εἰμὶ τούτοις τοῖς πλάνοις· εἰς μάτην ἀπώλεσα τὰ ἐμά, προσέχουσα ματαίοις εἰδώλοις. ἀπώλεσά μου τὴν ψυχὴν καὶ σὺν αὐτῇ τὰ χρήματα. ἐπικατάρατος γὰρ εἴ τις εἰδώλοις λατρεύει ἢ μαντεύεται. οἴμοι, τίνα ἀπαιτήσω τὰ χρήματα ἅτινα εἰς μάτην ἀπώλεσα, προσέχουσαι εἰδώλοις καὶ μαντείαις, τοὺς χριστιανοὺς ἐξουθενοῦσα; ἀπώλεσά μου τὸν υἱόν, ὅς μοι καὶ μόνος ὑπῆρχεν.</p></div></div></body></text></TEI>