ὁ δὲ βασιλεύς, πάνυ τοῦτον φιλῶν καὶ διὰ τιμῆς ἄγων, ὡς ἤκουσε ταῦτα, ἤλγησε μὲν τὴν ψυχὴν ἐπὶ τῇ τοῦ φίλου στερήσει, ἐξεκαύθη δὲ πλέον τῇ κατὰ τῶν μοναζόντων ὀργῇ. καὶ δὴ κατὰ ζήτησιν αὐτοῦ πανταχοῦ ἀποστείλας, καὶ πάντα λίθον κινήσας, τὸ τοῦ λόγου, ὥστε τοῦτον ἐφευρεῖν, μετὰ οὖν χρόνον ἱκανὸν οἱ εἰς ἐπιζήτησιν αὐτοῦ πεμφθέντες, ὡς ἤσθοντο ἐν ἐρήμοις αὐτὸν τὰς οἰκήσεις ἔχοντα, διερευνήσαντες καὶ συλλαβόμενοι, τῷ τοῦ βασιλέως παρέστησαν βήματι. ἰδὼν δὲ αὐτὸν ἐν οὕτω πενιχρᾷ καὶ τραχυτάτῃ ἐσθῆτι τὸν λαμπροῖς ποτε ἱματίοις ἠμφιεσμένον, καὶ τὸν πολλῇ συζῶντα τρυφῇ τεταριχευμένον τῇ σκληρᾷ τῆς ἀσκήσεως ἀγωγῇ, καὶ τοῦ ἐρημικοῦ βίου ἐναργῶς περικείμενον τὰ γνωρίσματα, λύπης ὁμοῦ καὶ ὀργῆς ἐπεπλήρωτο, καί, ἐξ ἀμφοῖν τὸν λόγον κεράσας, ἔφη πρὸς αὐτόν· Ὦ ἀνόητε καὶ φρενοβλαβές, τίνος χάριν ἀντηλλάξω τῆς τιμῆς αἰσχύνην, καὶ τῆς λαμπρᾶς δόξης τὴν ἀσχήμονα ταύτην ἰδέαν; ὁ πρόεδρος τῆς ἐμῆς βασιλείας καὶ ἀρχιστράτηγος τῆς ἐμῆς δυναστείας, παίγνιον μειρακίων σεαυτὸν καταστήσας, οὐ μόνον τῆς ἡμετέρας φιλίας καὶ παρρησίας μακρὰν λήθην πεποιηκώς, ἀλλὰ καὶ αὐτῆς κατεξαναστὰς τῆς φύσεως, καὶ μηδὲ τῶν ἰδίων τέκνων οἶκτον λαβών, πλοῦτόν τε καὶ πᾶσαν τὴν τοῦ βίου περιφάνειαν εἰς οὐδὲν λογισάμενος, τὴν τοσαύτην ἀδοξίαν τῆς περιβλέπτου προέκρινας δόξης, ἵνα τί σοι γένηται; καὶ τί ἐντεῦθεν κερδήσεις, ὅτι πάντων θεῶν τε καὶ ἀνθρώπων τὸν λεγόμενον προτετίμηκας Ἰησοῦν, καὶ τὴν σκληρὰν ταύτην καὶ δυσείμονα ἀγωγὴν τῶν ἡδέων καὶ ἀπολαυστικῶν τοῦ γλυκυτάτου βίου; Τούτων ἀκούσας ὁ τοῦ Θεοῦ ἄνθρωπος ἐκεῖνος, χαριέντως ἅμα καὶ ὁμαλῶς ἀπεκρίνατο· Εἰ λόγον πρός με συνᾶραι θέλεις, ὦ βασιλεῦ, τοὺς ἐχθρούς σου ἐκ μέσου τοῦ δικαστηρίου ποίησον, καὶ τηνικαῦτα ἀποκρινοῦμαί σοι περὶ ὧν ἂν ζητήσῃς μαθεῖν· ἐκείνων γὰρ συμπαρόντων σοι, οὐδεὶς ἐμοὶ πρός σε λόγος. ἐκτὸς δὲ λόγου τιμώρει, σφάττε, ποίει ὃ θέλεις· ἐμοὶ γὰρ ὁ κόσμος ἐσταύρωται, Gal. vi. 14 κἀγὼ τῷ κόσμῳ, φησὶν ὁ θεῖος καὶ ἐμὸς διδάσκαλος. τοῦ δὲ βασιλέως εἰπόντος, Καὶ τίνες οἱ ἐχθροὶ οὗτοι, οὓς ἐκ μέσου ποιῆσαί με προστάσσεις; φησὶν ὁ θεῖος ἀνήρ· Ὁ θυμὸς καὶ ἡ ἐπιθυμία· ταῦτα γὰρ ἐξ ἀρχῆς μὲν συνεργοὶ τῆς φύσεως ὑπὸ τοῦ δημιουργοῦ παρήχθησαν, καὶ νῦν ὡσαύτως Rom. viii. 4 ἔχουσι τοῖς μὴ κατὰ σάρκα πολιτευομένοις, ἀλλὰ κατὰ πνεῦμα· ἐν ὑμῖν δέ, οἵτινες τὸ ὅλον ἐστὲ σάρκες, μηδὲν ἔχοντες τοῦ πνεύματος, ἀντίδικοι γεγόνασι, καὶ τὰ τῶν ἐχθρῶν καὶ πολεμίων διαπράττονται. ἡ γὰρ ἐπιθυμία ἐν ὑμῖν, ἐνεργουμένη μέν,