ἡδονὴν ἐγείρει, καταργουμένη δέ, θυμόν. ἀπέστω οὖν ταῦτα σήμερον ἀπὸ σοῦ, προκαθεζέσθωσαν δὲ εἰς ἀκρόασιν τῶν λεγομένων καὶ κρίσιν ἡ φρόνησις καὶ ἡ δικαιοσύνη. εἰ γὰρ τὸν θυμὸν καὶ τὴν ἐπιθυμίαν ἐκ μέσου ποιήσεις, ἀντεισάξεις δὲ τὴν φρόνησιν καὶ τὴν δικαιοσύνην, φιλαλήθως πάντα λέξω σοι. πρὸς ταῦτα ὁ βασιλεὺς ἔφη· Ἰδού, εἴξας σου τῇ ἀξιώσει, ἐκβαλῶ τοῦ συνεδρίου τήν τε ἐπιθυμίαν καὶ τὸν θυμόν, μεσάζειν δὲ τὴν φρόνησιν καὶ τὴν δικαιοσύνην ποιήσω. λέγε μοι λοιπὸν ἀδεῶς πόθεν σοι ἡ τοσαύτη ἐγένετο πλάνη, καὶ τὸ προτιμᾶν τὰ ἐν κεναῖς ἐλπίσι τῶν ἐν χερσὶ βλεπομένων. Ἀποκριθεὶς δὲ ὁ ἐρημίτης εἶπεν· Εἰ τὴν ἀρχὴν ζητεῖς, ὦ βασιλεῦ, πόθεν μοι γέγονε τῶν προσκαίρων μὲν ὑπεριδεῖν, ὅλον δὲ ἐμαυτὸν ταῖς αἰωνίοις ἐπιδοῦναι ἐλπίσιν, ἄκουσον. ἐν ἡμέραις ἀρχαίαις, ἔτι κομιδῇ νέος ὑπάρχων, ἤκουσά τι ῥῆμα ἀγαθὸν καὶ σωτήριον, καί με κατ’ ἄκρας ἡ τούτου δύναμις εἷλε, καί, ὥσπερ τις θεῖος σπόρος, ἡ τούτου μνήμη, τῇ ἐμῇ φυτευθεῖσα καρδίᾳ, ἀχώριστος εἰς ἀεὶ διετηρήθη ὡς καὶ ῥιζωθῆναι, καὶ ἐκβλαστῆσαι, καὶ ὃν ὁρᾷς καρπὸν ἐνεγκεῖν ἐν ἐμοί. ἡ δὲ τοῦ ῥήματος 1 Cor. l. 28 δύναμις τοιαύτη τις ἦν· Ἔδοξε, φησί, τοῖς ἀνοήτοις τῶν ὄντων μὲν καταφρονεῖν ὡς μὴ ὄντων, τῶν μὴ ὄντων δὲ ὡς ὄντων ἀντέχεσθαί τε καὶ περιέχεσθαι· ὁ μὴ γευσάμενος οὖν τῆς τῶν ὄντων γλυκύτητος, οὐ δυνήσεται τῶν μὴ ὄντων καταμαθεῖν τὴν φύσιν· μὴ καταμαθὼν δέ, πῶς αὐτῶν ὑπερόψεται; ὄντα μὲν οὖν ἐκάλεσεν ὁ λόγος τὰ αἰώνια καὶ μὴ σαλευόμενα μὴ ὄντα δὲ τὸν ἐνταῦθα βίον καὶ τὴν τρυφὴν καὶ τὴν ψευδομένην εὐημερίαν· οἷς, ὦ βασιλεῦ, κακῶς φεῦ, ἡ σὴ προσήλωται καρδία. κἀγὼ δέ ποτε τούτων ἀντειχόμην· ἀλλ’ ἡ τοῦ ῥήματος δύναμις, νύττουσά μου τὴν ψυχὴν ἀδιαλείπτως, ἐξήγειρε τὸν ἡγεμόνα νοῦν εἰς ἐκλογὴν τοῦ κρείττονος· Rom. vii. 25 ὁ δὲ νόμος τῆς ἁμαρτίας, ἀντιστρατευόμενος τῷ νόμῳ τοῦ νοός μου, καὶ ὥς τισι σιδηροπέδαις δεσμῶν με, τῇ προσπαθείᾳ τῶν παρόντων αἰχμάλωτον κατεῖχεν. Tit. iii. 4 Ὅτε δὲ εὐδόκησεν ἡ χρηστότης καὶ ἀγαθοσύνη τοῦ Σωτῆρος ἡμῶν Θεοῦ ἐξελέσθαι με τῆς χαλεπῆς ἐκείνης αἰχμαλωσίας, ἐνίσχυσέ μου τὸν νοῦν περιγενέσθαι τοῦ νόμου τῆς ἁμαρτίας, καὶ διήνοιξέ μου τοὺς ὀφθαλμοὺς διακρίνειν τὸ φαῦλον ἀπὸ τοῦ κρείττονος. τότε δή, τότε κατενόησα Eccles. i. 14 καὶ εἶδον, καὶ ἰδοὺ πάντα τὰ παρόντα ματαιότης καὶ προαίρεσις πνεύματος, καθά που καὶ Σολομῶν ὁ σοφώτατος ἐν τοῖς αὐτοῦ ἔφη 2 Cor. iii. 15 συγγράμμασι· τότε περιῃρέθη τῆς καρδίας μου τὸ κάλυμμα τῆς ἁμαρτίας, καὶ ἡ ἐκ σωματικῆς παχύτητος ἐπικειμένη τῇ ψυχῇ μου ἀμαύρωσις διεσκεδάσθη, καὶ ἔγνων εἰς ὃ γέγονα καὶ ὅτι δεῖ με πρὸς τὸν δημιουργὸν ἀναβῆναι, διὰ τῆς τῶν ἐντολῶν ἐργασίας.