καί, πᾶσαν μὲν τὴν διὰ σαρκὸς ὑπὲρ ἡμῶν τελέσας οἰκονομίαν, σταυρόν τε καὶ θάνατον καταδεξάμενος καὶ τοῖς ἐπουρανίοις παραδόξως ἑνοποιήσας τὰ ἐπίγεια, ἀναστὰς δὲ ἐκ νεκρῶν καὶ Mk. xvi. 19 μετὰ δόξης εἰς οὐρανοὺς ἀναληφθεὶς καὶ ἐν δεξιᾷ Heb. i. 3 τῆς τοῦ Πατρὸς μεγαλωσύνης καθίσας, τὸ παράκλητον Πνεῦμα τοῖς αὐτόπταις αὐτοῦ καὶ μύσταις, κατὰ τὴν ἐπαγγελίαν, ἐν εἴδει γλωσσῶν πυρίνων Acts ii. 3 ἐξαπέστειλε, καὶ ἔπεμψεν αὐτοὺς εἰς πάντα τὰ Mat. iv. 16 ἔθνη φωτίσαι τοὺς ἐν σκότει τῆς ἀγνοίας καθημένους, Mat. xxviii; Mk. xvi καὶ βαπτίζειν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, ὡς ἐντεῦθεν τοὺς μὲν αὐτῶν τὰς ἑῴας λήξεις, τοὺς δὲ τὰς ἑσπερίους λαχόντας περιέρχεσθαι, βόρειά τε καὶ νότια διαθέειν κλίματα, τὸ προστεταγμένον αὐτοῖς πληροῦντας, διάγγελμα τότε καὶ ὁ ἱερώτατος Θωμᾶς, εἷς ὑπάρχων τῆς δωδεκαρίθμου Acts i. 13 φάλαγγος τῶν μαθητῶν τοῦ Χριστοῦ, πρὸς τὴν τῶν Ἰνδῶν ἐξεπέμπετο, κηρύττων αὐτοῖς τὸ σωτήριον Mk. xvi. 20 κήρυγμα. τοῦ Κυρίου δὲ συνεργοῦντος καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων Eus. H.E., i. 13; iii. 1 σημείων, τὸ μὲν τῆς δεισιδαιμονίας ἀπηλάθη σκότος καί, τῶν εἰδωλικῶν σπονδῶν τε καὶ Socr. H.E., i. 19; iv. 18 βδελυγμάτων ἀπαλλαγέντες, τῇ ἀπλανεῖ προσετέθησαν πίστει, καί, οὕτω ταῖς ἀποστολικαῖς μεταπλασθέντες χερσί, Χριστῷ διὰ τοῦ βαπτίσματος ᾠκειώθησαν, καί, ταῖς κατὰ μέρος προσθήκαις αὐξανόμενοι, προέκοπτον ἐν τῇ ἀμωμήτῳ πίστει, ἐκκλησίας τε ἀνὰ πάσας ᾠκοδόμουν τὰς χώρας. Ἐπεὶ δὲ καὶ ἐν Αἰγύπτῳ ἤρξατο μοναστήρια συνίστασθαι καὶ τὰ τῶν μοναχῶν ἀθροίζεσθαι πλήθη, καὶ τῆς ἐκείνων ἀρετῆς καὶ ἀγγελομιμήτου Ps. xix. 4 διαγωγῆς ἡ φήμη τὰ πέρατα διελάμβανε τῆς οἰκουμένης, καὶ εἰς Ἰνδοὺς ἧκε, πρὸς τὸν ὅμοιον ζῆλον καὶ τούτους διήγειρεν, ὡς πολλοὺς αὐτῶν, πάντα καταλιπόντας, καταλαβεῖν τὰς ἐρήμους καὶ ἐν σώματι θνητῷ τὴν πολιτείαν ἀνειληφέναι τῶν ἀσωμάτων.