Τῶν ἁγίων ἀνδρῶν τοὺϲ ἄθλουϲ καὶ τὸν θεϊκὸν αὐτῶν ζῆλόν τε καὶ πόθον καλόν ἐϲτιν τοῖϲ ὀφθαλμοῖϲ θεωρεῖν (ὁρώμενα γὰρ ἀξιοφίλητα γίνεται), φέρει δὲ ὅμωϲ ὠφέ- λειαν οὐ μετρίαν καὶ τὰ διηγήματα παρὰ τῶν ἀκριβῶϲ εἰδότων ταῖϲ ψυχαῖϲ τῶν ἀκουόντων ὑπειϲερχόμενα. πιϲτοτέρα μὲν ἀκοῆϲ ἡ θέα, πείθει δὲ καὶ ἀκοὴ ἐὰν ὑπὸ ἀξιοπίϲτων εἴη τὰ λεγόμενα. εἰ μὲν οὖν ἀρᾳδιούργητοϲ ἔμενεν ἡ τῶν ὠφελίμων διήγηϲιϲ καὶ μὴ τῇ ἀληθείᾳ τὸ ψεῦδοϲ ἐνεϲπείρετο, περιττὸν ἦν τὸ ϲύγγραμμα τῶν τοιούτων, ἱκανῆϲ οὔϲηϲ πρὸϲ οἰκοδομὴν τῆϲ ἀληθείαϲ ἐκ διαδοχῆϲ ἀεὶ ἐνϲπειρομένηϲ ταῖϲ ἀκοαῖϲ τῶν ἐπιγινομέ- νων ἀνθρώπων· ἐπειδὴ δὲ ὁ χρόνοϲ παραφθείρει [εἴτε διαφθείρειϲ] εἴτε διὰ τῆϲ λήθηϲ εἴτε διὰ τῆϲ ῥᾳδιουρ- γίαϲ, ἀναγκαίωϲ ἐπὶ τὸ παρὸν ϲύγγραμμα ἐλήλυθα, ἵνα μὴ τῷ μακρῷ χρόνῳ λήθη τιϲ γένηται τοιούτου ἁγίου 1 μηνὶ φευρουαρίω κε B μηνὶ φευρουαρίω κϛ V βίοϲ καὶ πολιτεία τοῦ ἐν ἁγίοιϲ πατρὸϲ ἡμῶν πορφυρίου ἐπιϲκόπου γάζηϲ VM 5 ἀξιοφήλιτα BV corr. Ha ὁφέλειαν B 7 ὑπηϲερχό- μενα B 8 πείθει ἐπειδὴ B πείδει V corr. v ἀκοὴν BV corr. Ha 9 ἀξιωπίϲτων rad. corr. V εἴη: ᾖ Ha 10 ἔμει- νεν B rad. corr. V ὀφελήμων BV corr. v 13 ἐνϲπειρωμένηϲ BV corr. v 14 εἴτε διαφθείρειϲ (-ρεῖϲ B) del. Ha 15 λίθηϲ B 17 λίθη B ἀνδρόϲ, λέγω δὴ Πορφυρίου τοῦ ὁϲίου. τὸ γὰρ μνη- μονεῦϲαι τῶν αὐτοῦ κατορθωμάτων φάρμακον ἀλεξητή- ριον γίνεται τοῖϲ ἀκούουϲιν. ἄτοπον γάρ ἐϲτιν ποιητὰϲ τραγῳδοποιοὺϲ καὶ ἄλλουϲ τοιούτουϲ ϲυγγραφέαϲ [τὸ] εἰϲ γέλωτα καὶ γραώδειϲ μύθουϲ καταναλῶϲαι τοὺϲ λό- γουϲ, ἡμᾶϲ δὲ περιιδεῖν λήθῃ παραδιδομένουϲ ἁγίουϲ ἄνδραϲ καὶ ἀξιομνημονεύτουϲ. ποίαν οὐκ ἂν δικαίωϲ παράϲχω δίκην μὴ παραδιδούϲ ϲυγγραφῇ βίον τοιούτου θεοφιλοῦϲ ἀνδρόϲ, βίον φιλοϲοφίαϲ διδάϲκαλον τοῦ τὴν ἐν οὐρανῷ πολιτείαν ἐζηλωκότοϲ. πολέμουϲ τε αὐτοῦ καὶ ἀντιϲτάϲειϲ ἱϲτορήϲομεν οὐ μόνον πρόϲ τοὺϲ τῆϲ εἰδωλομανίαϲ ἀρχηγούϲ τε καὶ προϲτάταϲ, ἀλλὰ καὶ πρὸϲ δῆμον ὁλόκληρον πάϲηϲ μανίαϲ πεπληρωμένον. ἐμνη- μόνευεν γὰρ τῶν τοῦ μακαρίου ἀποϲτόλου ῥητῶν δι’ ὧν φηϲιν ‘ἀναλάβετε τὴν πανοπλίαν τοῦ θεοῦ, ἵνα δυ- νηθῆτε ἀντιϲτῆναι ἐν τῇ ἡμέρᾳ τῇ φοβερᾷ καὶ ἅπαντα κατεργαϲάμενοι ϲτῆναι’. ταύτην τὴν πανοπλίαν ἐνδυ- ϲάμενοϲ εἰϲ τοὺϲ ἀγῶναϲ εἰϲῆλθεν ὁ εἰρημένοϲ ἀπόϲτο- λοϲ, ἀλλὰ καὶ τοιούτουϲ καὶ τηλικούτουϲ ἔχων τοὺϲ ἀντιπάλουϲ ὁ τὴν ὁμοίαν ἅμιλλαν κεκτημένοϲ τῷ ἀπο- ϲτόλῳ Πορφύριοϲ ἴϲην καὶ τὴν νίκην ἀνεδήϲατο καὶ. τρόπαιον ἤγειρεν ἐϲ μέϲον τῆϲ Γαζαίων, τὴν τοίνυν κτιϲθεῖϲαν ὑπ’ αὐτοῦ ἁγίαν τοῦ Χριϲτοῦ ἐκκληϲίαν. ad Ephes. 6, 13 τραγοδοποιοὺϲ B τραγῳδοποιοὺϲ 〈καὶ κωμψδοποιοὺϲ〉 καὶ coni. Eb τὸ del. Ha 5 γραώδηϲ B 6 περιειδεῖν BV corr. v λίθη B 7 ποίαν 〈οὖν〉 οὐκ Ha 10 πολέμουϲ δὲ Ha αὐτῶ BV corr. Ha 11 εἰϲτορήϲωμεν B (ἰϲ-) V corr. Ha 12 εἰδολομανίαϲ B 13 πεπληρωμένων BV corr. v 15 ἀναλάβεται BV corr. v 21 ἴϲιν B 22 εἰϲ τὸ μέϲον τῶν γαζέων V τοίνυν: f. τὸ νῦν παρεῖχεν δὲ αὐτῷ τὴν νίκην οὐχ ἡ ἀνθρωπεία φύϲιϲ, ἀλλ’ ἡ γνώμη τὴν θείαν χάριν ἐφελκομένη· ἐραϲτὴϲ γὰρ θερμότατοϲ γενόμενοϲ τοῦ Χριϲτοῦ πάντα παθεῖν καὶ δρᾶϲαι ἠνέϲχετο. πόϲαϲ πολέμων προϲβολὰϲ ὁ τοιοῦτοϲ ἀνὴρ ὑπὸ τῶν δι’ ἐναντίαϲ ἐδέξατο, πόϲαϲ ϲυϲκευὰϲ καὶ μυκτηριϲμούϲ ὑπέμεινεν. ἀλλ’ ἐπειδὴ πάντα τὰ κατὰ τὸν ἀοίδιμον ἄνδρα οὐ δυνατὸν ἐξειπεῖν, πολλά τε ὄντα καὶ τοῖϲ πολλοῖϲ δοκοῦντα εἶναι ἄπιϲτα, βραχέα ἐκθή- ϲομαι ἅτινα καὶ ἐμνημόνευϲα ϲυνοικήϲαϲ αὐτῷ πλεῖϲτον χρόνον καὶ ἀπολαύϲαϲ τῆϲ μακαρίαϲ καὶ φοβερᾶϲ ἐκεί- νηϲ ψυχῆϲ τῆϲ μετὰ ἀγγέλων ϲυμπολιτευομένηϲ. τοῦτον οὖν τὸν πᾶν εἶδοϲ ἀρετῆϲ εἰληφότα τίϲ οὐκ ἂν δικαίωϲ ἐπαινέϲειεν; οἶδα μὲν οὖν ὡϲ τῆϲ ἀρετῆϲ τοῦ τοιούτου ἀνδρὸϲ οὐδεὶϲ ἂν ἐφίκοιτο λόγοϲ· ὅμωϲ γε ἐγχειρητέον θαρϲοῦντόϲ μου ταῖϲ ἁγίαιϲ αὐτοῦ εὐχαῖϲ. ϲυγγράψω δὲ τὴν ἐκείνου εὐφημίαν οὐ κομπῷ λόγῳ· οὔτε γὰρ ἡ καλλιλεξία τὸν βίον τῶν τοιούτων κοϲμεῖν εἴωθεν, ἀλλ’ ἡ ἀρετὴ τῶν ἔργων καὶ αὐτὴν τὴν φράϲιν μεγαλύνει. ὅθεν κἀγὼ θαρρῶν εἰϲ τὰϲ ἁγίαϲ εὐχὰϲ τοῦ εἰρημένου ὁϲίου ἀνδρὸϲ προϲέρχομαι τῷδε τῷ ϲυγγράμματι, αἰτού- μενοϲ δι’ αὐτῶν τὴν παρὰ τοῦ κυρίου Ἰηϲοῦ Χριϲτοῦ χάριν τε καὶ βοήθειαν εἰϲ τὸ δυνηθῆναι οἵᾳ δήποτε προφάϲει τὴν ἀρετὴν τοῦ ἁγίου ἀνδρὸϲ διηγήϲαϲθαι.- αἰτῶ δὲ τοὺϲ ἐντυγχάνονταϲ τῷδε τῷ ϲυγγράμματι μὴ ἀπιϲτεῖν τοῖϲ λεγομένοιϲ· αὐτόπτηϲ γὰρ τῆϲ ἀρετῆϲ τοῦ οὐχ ἡ: οὐχι B ἀνθρωπία BV 6 μυκτιριϲμοὺϲ V corr. v 7 ἀοίδημον B 8 ἐκθήϲωμαι B 10 φοβερᾶϲ: ϲοβαρᾶϲ Eb 13 ἐπενέϲειεν B οἴδαμεν B V 14 ἐφέκοιτο ex ἐφό- κοιτο V ἐνχειρητέον V 16 οὔτε γὰρ: οὐδὲ γάρ Ha et sic saepius 17 καλιλεξία V 18 φάϲιν B V corr. Ha μεγα- λύνῃ B 25 ἀπιϲτῶν BV corr. v ἀνδρὸϲ ἐγενόμην ϲυνοικήϲαϲ καὶ ϲυμπλεύϲαϲ καὶ ϲυγκακου- χηθεὶϲ αὐτῷ ἕωϲ τῆϲ τελευταίαϲ ἡμέραϲ τῆϲ ἐνθάδε αὐτοῦ ζωῆϲ. ἔνθεν δὲ ἀρχή μοι γένηται τοῦ τῆϲ διηγήϲεωϲ λόγου. Γάζα I πόλιϲ ἐϲτὶν τῆϲ Παλαιϲτίνηϲ ἐν μεθορίῳ τῆϲ Αἰγύπτου ὑπάρχουϲα, οὐκ ἄϲημοϲ δὲ αὕτη τυγχάνουϲα, ἀλλὰ καὶ πολύανδροϲ καὶ τῶν ἐμφανῶν πόλεων οὖϲα· ἤκμαζεν δὲ ἐν αὐτῇ κατ’ ἐκεῖνο καιροῦ ἡ περὶ τὰ εἴδωλα τῶν ἀνθρώπων μανία. ταύτηϲ τὴν ἱερωϲύνην ἀπεδέξατο ὁ παρ’ ἡμῶν εὐφημούμενοϲ Πορφύριοϲ. πατρίδα μὲν ἔϲχεν τὴν ἐπουράνιον Ἱερουϲαλήμ (εἰϲ ταύτην γὰρ καὶ ἀπεγράψατο), τὴν δὲ ἐπίγειον τὴν Θεϲϲαλονικέων, γένοϲ δὲ ἦν αὐτοῦ ἐπίϲημον. τούτῳ θεῖοϲ ἔρωϲ ὑπειϲ- ῆλθεν καταλεῖψαι πατρίδα καὶ λαμπρότητα γένουϲ καὶ πλοῦτον ἄπειρον καὶ ἀϲπάϲαϲθαι τὸν μονήρη βίον, καὶ. πλεύϲαϲ ἐκ τῆϲ Θεϲϲαλονικέων καταλαμβάνει τὴν Αἴγυ- πτον. εὐθέωϲ δὲ ὥρμηϲεν ἐπὶ τὴν Ϲκῆτιν καὶ ἀξιοῦται μετ’ ὀλίγαϲ ἡμέραϲ τοῦ τιμίου προϲχήματοϲ. καὶ ϲυν- διατρίψαϲ ἐκεῖ τοῖϲ ἁγίοιϲ πατράϲιν πενταετῆ χρόνον, πάλιν ἄλλοϲ θεῖοϲ ἔρωϲ αὐτῷ ὑπειϲῆλθεν προϲκυνῆϲαι τοὺϲ ἁγίουϲ καὶ ϲεβαϲμίουϲ τοῦ θεοῦ τόπουϲ, καὶ γενό- μενοϲ ἐκεῖϲε καὶ προϲκυνήϲαϲ, ἀπελθὼν εἰϲ τὰ μέρη τοῦ Ἰορδάνου οἴκηϲεν ἐν ϲπηλαίῳ, ὁμοίωϲ κἀκεῖ διατρίψαϲ ἔτη πέντε μετὰ πολλῆϲ κακουχίαϲ. ἐκ δὲ τῆϲ πολλῆϲ ξηρότητοϲ καὶ ἀνωμαλίαϲ τῶν τόπων ἐκείνων περιέπεϲεν 1 ϲυνκακουχηθεὶϲ BV corr. v 3 ἐνθένδε δὲ coni. Eb 4 παλαιϲτήνηϲ V corr. v 7 ἐκείνω καιροῦ B ἐκεῖνοκ* καιρ[οῦ] c. ras. V 8 ἱεροϲύνην B 10 ἔϲχηκεν V 11 et 15 θεϲαλονι- κέων B 13 λαμπρωτάτου γένουϲ B 14 μονήρι B 16 ϲκί- την BV ϲκήτην (P)M Ha 19 πάλι ἄλλοϲ θεῖοϲ ἔρρωϲ B μέρει B 22 ᾤκηϲεν v Ha 24 ἀνομαλίαϲ V corr. v περιέπεϲε V μεγάλῃ νόϲῳ. ὁρῶν δὲ αὑτὸν ἐν ἐϲχάτῳ κινδύνῳ κατ’ οἰκονομίαν παρακαλεῖ τινα τῶν γνωρίμων ἀναλαβεῖν αὐτὸν εἰϲ τὰ Ἱεροϲόλυμα· τὸ δὲ πάθοϲ ἦν ἥπατοϲ ϲκί- ρωμα μετὰ πυρετοῦ ϲυνεχοῦϲ λεπτοτάτου. τοῦ γοῦν τοιούτου πάθουϲ ἐπικρατοῦντοϲ καὶ νύττοντοϲ ἀπαύϲτωϲ τὰ ἐνδόϲθια καὶ τοῦ ϲώματοϲ τηκομένου αὐτὸϲ οὐκ ἐπαύετο καθ’ ἡμέραν περιερχόμενοϲ τοὺϲ ἁγίουϲ τό- πουϲ κεκυφὼϲ καὶ μὴ ἰϲχύων ἀνορθῶϲαι τὴν αὐτοῦ ἡλι- κίαν, ἀλλὰ ῥάβδῳ ἐπερειδόμενοϲ. κατ’ ἐκεῖνον δὲ τὸν καιρὸν ϲυνέβη κἀμὲ ἐκ τῆϲ Ἀϲίαϲ καταπλεῦϲαι χάριν τοῦ προϲκυνῆϲαι τοὺϲ ϲεβα- ϲμίουϲ τόπουϲ, καὶ γενόμενοϲ ἐν αὐτοῖϲ διέτριψα πολὺν χρόνον, τρεφόμενοϲ ἐκ τοῦ ἐμοῦ ἐργοχείρου· εἶχον γὰρ τὴν τοῦ καλλιγράφου τέχνην. θεωρῶν δὲ τὸν ὅϲιον πορευόμενον ϲυνεχῶϲ εἰϲ τὴν τοῦ Χριϲτοῦ Ἀνάϲταϲιν καὶ εἰϲ τὰ ἄλλα εὐκτήρια ἐθαύμαζον, ὅτι ἐν τοϲαύτῃ ἀϲθενείᾳ ϲώματοϲ οὐκ ὀκνεῖ οὕτωϲ ϲκύλλεϲθαι. ἐν μιῇ δὲ τῶν ἡμερῶν ϲυναντήϲαϲ αὐτῷ ἐν τοῖϲ ἀναβαθμοῖϲ τοῦ μαρτυρίου τοῦ κτιϲθέντοϲ ὑπὸ τοῦ μακαρίου Κων- ϲταντίνου τοῦ βαϲιλέωϲ μὴ δυνάμενον τῷ ποδὶ πρὸ- βῆναι, διαδραμὼν δὲ καὶ προτείναϲ αὐτῷ τὴν ἐμὴν χεῖρα παρεκάλουν αὐτὸν ταύτῃ ἐπερείδεϲθαι καὶ ἀναβαίνειν τοὺϲ ἀναβαθμούϲ. ὃ δὲ οὐκ ἤθελεν λέγων· Οὐκ ἔϲτιν αὐτὸν B 2 ‘Ep. ad Ϲoloss. 1, 25 κατὰ τὴν οἰκονομίαν τοῦ θεοῦ Ha f. κατ’ οἰκονομίαν θεοῦ γνωρήμων B 6 τικο- μένου B 8 αὑτοῦ V 9 ἐπεριδώμενοϲ B ἐπεριδόμενοϲ V corr. v 14 καλιγράφου B 16 ἄλα B 17 ἀϲθενια B οὖτοϲ V ϲκύλεϲθαι BV corr. Ha 18 ϲυναντίϲαϲ B αὐτῷ: αὐτὸν Us 20 μὴ extra columnam add. V προϲβῆναι BV διαδραμών τε Ha χεῖ[ρ]α c. ras. V 22 ἐπερίδεϲθαι. BV corr. v 23 εἴθελεν V corr. v δίκαιον | ἐμὲ τὸν πορευόμενον αἰτῆϲαι ϲυγχώρηϲιν ἁμαρ- τιῶν ἐπερείδεϲθαι χερϲὶν ἄλλου· ἀλλ’ ἔαϲον, ἀδελφέ, τὸν θεὸν ἰδεῖν τὸν κόπον μου, ἵνα κατὰ τὴν ἄφατον αὐτοῦ εὐϲπλαγχνίαν κἀμὲ ἐλεήϲῃ. ἐπορεύετο οὖν καὶ. τῶν θείων λογίων ἠκροᾶτο τοῖϲ διδαϲκάλοιϲ ὑποτιθεὶϲ τὰ ὦτα, καὶ τῆϲ μυϲτικῆϲ τραπέζηϲ ἀεὶ μεταλαμβάνων ἐπανήρχετο εἰϲ τὸ καταγώγιον τὸ αὐτοῦ. ὁποῖον μὲν βίον ἔζη δῆλον ἦν. τοῦ γὰρ πάθουϲ τοϲοῦτον κατε- φρόνει ὡϲ νομίζειν αὐτὸν ἐν ἀλλοτρίῳ ϲώματι τὴν νόϲον ἔχειν· ἡ γὰρ τοῦ θεοῦ ἐλπὶϲ ταύτην ἐξ αὐτοῦ ἀπεφόρτου. τοῦτο δὲ μόνον οὖ ἐλύπει καὶ ἔδακνεν τὸ διαμεῖναι τὴν περιουϲίαν καὶ μὴ κατὰ τὸν εὐαγγελικὸν λόγον διαπραθῆναι καὶ διανεμηθῆναι τοῖϲ πτωχοῖϲ. αἴτιον δὲ τούτου τοῦ ἐμποδιϲμοῦ γέγονεν τὸ εἶναι τοὺϲ ἀδελφοὺϲ αὐτοῦ παῖδαϲ τυγχάνονταϲ ἡνίκα ἐξεδήμηϲεν τῆϲ ἰδίαϲ πατρίδοϲ. ἀνιώμενοϲ οὖν ἐπὶ τούτῳ αἰτεῖ με ἤδη ϲυνήθη αὐτῷ ὄντα (ἐξυπηρετούμην γὰρ αὐτῷ διὰ τὴν αὐτοῦ ἀϲθένειαν) πλεῦϲαι εἰϲ Θεϲϲαλονίκην καὶ δια- νεῖμαι τὴν οὐϲίαν μετὰ τῶν αὐτοῦ ἀδελφῶν, καὶ δούϲ μοι βιβλίον ἐντολῆϲ καὶ παραθέμενόϲ με τῷ κυρίῳ ἀπέ- λυϲεν, παραϲχὼν ἐλάχιϲτα δαπανήματα· οὔτε γὰρ ἠυπόρει. τότε. εὐθέωϲ κατελθὼν εἰϲ Ἀϲκάλωνα καὶ εὑρὼν πλοῖον ἀνήχθην καὶ δι’ ἡμερῶν δέκα τριῶν εὐπλοήϲαντεϲ ἐγε- Matth. 19, 21 1 αἰτίϲαι B 2 ἐπερίδεϲθαι BV corr. v 3 εἰδεῖν B ἵν[α] c. ras. V 4 εὐϲπλαχνίαν B fere constanter 5 ἠκροάτω BV corr. v 9 ὡϲ νομίζειν: cf. Athen. v. Antonii p. 965a Migne ἀλλωτρίω V corr. v 11 ἐλύπη BV corr. v 13 καὶ δια- νεμηθῆναι om., in marg. add. διαπραθῆναι καὶ διανεμηθῆναι B 16 πρατρίδοϲ B 17 ϲυνήθει V 18 ἀϲθέιαν B θεϲαλωνί- κην B θεϲαλ[ο]νίκην c. ras. V 22 f. εὐθέωϲ δὲ ἀϲκαλῶνα B νόμεθα εἰϲ Θεϲϲαλονίκην καὶ ἐμφανίϲαϲ τὴν ἔγγραφον ἐντολὴν διένειμον τὰ πράγματα μετὰ τῶν αὐτοῦ ἀδελ- φῶν. διαπέπρακα δὲ αὐτοῖϲ τὰ λαχόντα μοι κτήματα χρυϲῶν τριϲχιλίων, τὰ δὲ ἐϲθήματα καὶ ἀργυρώματα ἤγαγον μεθ᾿ ἑαυτοῦ καὶ ἄλλουϲ χρυϲοῦϲ χιλίουϲ τετρα- κοϲίουϲ, καὶ ϲυναγαγὼν πάντα διὰ μηνῶν τριῶν ἐπανέ- πλευϲα φθάϲαϲ δι᾿ ἡμερῶν δέκα δύο εἰϲ τὸ ἐμπόριον Ἀϲκάλωνοϲ, κἀκεῖθεν μιϲθωϲάμενοϲ κτήνη καὶ ταῦτα φορτώϲαϲ ἀνῆλθον εἰϲ τὴν ἁγίαν πόλιν. εὐθέωϲ δὲ ὡϲ ἐθεάϲατό με ὁ τριϲμακάριοϲ, περιεπτύξατό με μετὰ χαρᾶϲ καὶ δακρύων (δύναται καὶ χαρὰ κινῆϲαι δάκρυον), ἐγὼ δὲ αὐτὸν οὐκ ἔγνων· εἶχεν γὰρ τὸ ϲῶμα ἐρρωμένον ϲφόδρα καὶ τὴν ὄψιν ἐρυθράν. ἀνεκύλιον δὲ τοὺϲ ἐμοὺϲ ὀφθαλμοὺϲ πυκνῶϲ αὐτῷ ἐνορῶν, αὐτὸϲ δὲ νοήϲαϲ καὶ ὑπομειδιάϲαϲ χαριέντωϲ ἔφη· Μὴ θαυμάϲῃϲ, ἀδελφὲ Μάρκε, ὁρῶν με ὑγιῆ καὶ ἐρρωμένον, ἀλλὰ μάθε τὴν αἰτίαν τῆϲ ὑγείαϲ καὶ τότε ὑπερθαύμαϲον τὴν ἄφατον φιλανθρωπίαν τοῦ Χριϲτοῦ, πῶϲ τὰ ἀπηλπιϲμένα τοῖϲ ἀνθρώποιϲ παῤ αὐτῷ εὐδιόρθωτα τυγχάνει. ἐγὼ δὲ παρεκάλουν αὐτὸν εἰπεῖν μοι τὴν αἰτίαν τῆϲ ὑγείαϲ καὶ πῶϲ τοιοῦτο πάθοϲ περιέγραψεν. ὃ δέ μοι ἀπεκρί- νατο· Πρὸ ἡμερῶν περί που τεϲϲαράκοντα ἐμοῦ ὄντοϲ ἐν τῇ ἀγρυπνίᾳ τῆϲ ἁγίαϲ κυριακῆϲ κατέϲχεν με ἄφατοϲ ὀδύνη τοῦ ἥπατοϲ, καὶ μὴ φέρων τὴν ἀλγηδόνα ἀπελ- 1 θεϲαλονίκην B ἐμφανήϲαϲ B 4 αἰϲθήματα B 6 μει- νῶν B 7 ἐμπορίον B 8 ἀϲκαλῶνοϲ B 11 νικῆϲαι BV corr. Ha 14 πυκνὸϲ V 15 ὑπομηδιάϲαϲ BV corr. Ha. χαριεντὸϲ B 17 ὑγίαϲ BV constanter, corr. Ha 18 ἀπ- ελπιϲμένα BV corr. Ha 19 ἐνδιόρθωτα B rad. corr. V 21 τοι- ούτω BV corr. Ha 22 ὄντωϲ V corr. v 24 τὴν ἀλγιδόνα B (τὸν) V corr. v θὼν | ἀνεκλίθην πληϲίον τοῦ ἁγίου κρανίου κεὶ ἐκ τῆϲ πολλῆϲ ὀδύνηϲ ἐγενόμην ὡϲ ἐν ἐκϲτάϲει, καὶ ὁρῶ τὸν ϲωτῆρα καθηλωμένον ἐν ϲταυρῷ καὶ ἕνα τῶν λῃϲτῶν ϲὺν αὐτῷ κρεμάμενον ἐν ἄλλῳ ϲταυρῷ, καὶ ἄρχο κράζειν καὶ λέγειν τὴν φωνὴν τοῦ λῃϲτοῦ· ῾ μνήϲθητί μου, κύριε, ὅταν ἔλθῃϲ ἐν τῇ βαϲιλείᾳ ϲου’. καὶ ἀπο- κριθεὶϲ ὁ ϲωτὴρ λέγει τῷ κρεμαμένῳ λῃϲτῇ· Κάτελθε ἐκ τοῦ ϲταυροῦ καὶ ϲῷϲον ἐκεῖνον τὸν ἀνακείμενον ὥϲπερ καὶ ϲὺ ἐϲώθηϲ. καὶ κατελθὼν ὁ λῃϲτὴϲ ἐκ τοῦ ϲταυροῦ περιέλαβέν με καὶ κατεφίληϲεν καὶ προτείναϲ τὴν δεξιὰν ἀνέϲτηϲέν με λέγων Ἐλθὲ πρὸϲ τὸν ϲωτῆρα. καὶ εὐθέωϲ ἀνέϲτην καὶ ἔδραμον πρὸϲ αὐτόν, καὶ ὁρῶ αὐτὸν καταβάντα ἐκ τοῦ ϲταυροῦ καὶ λέγοντά μοι· Λάβε τὸ ξύλον τοῦτο καὶ φύλαξον· καὶ λαβὼν τὸ αὐτὸ τίμιον ξύλον καὶ βαϲτάϲαϲ εὐθέωϲ ἦλθον εἰϲ ἐμαυτὸν ἀπὸ τῆϲ ἐκϲτάϲεωϲ, καὶ ἐξ αὐτῆϲ τῆϲ ὥραϲ οὐκέτι μοι ὀδύνη ἐγένετο, οὐδὲ ὁ τόποϲ τοῦ πάθουϲ δῆλόϲ ἐϲτιν. ἐγῶ δὲ ταῦτα ἀκούϲαϲ ὑπερεθαύμαϲα καὶ ἐδόξαϲα τὸν θεὸν τὸν ἀεὶ ἔλεοϲ ποιοῦντα τοῖϲ ἐπικαλουμένοιϲ αὐτόν, πολλῷ δὲ πλέον τοῖϲ γνηϲίωϲ καὶ εἰλικρινῶϲ δεομένοιϲ αὐτοῦ. ἐξ ἐκείνου δὲ περιϲϲότερον οἰκονομήθην εἰϲ τὸν ἄν- δρα (ὄντωϲ γὰρ αὐτὸν εἶχον δοῦλον θεοῦ), καὶ ἀποκατα- ϲτήϲαϲ αὐτῷ πάντα ὅϲα ἐνήνοχα ἔμεινα παρ’ αὐτῷ ἐξ- υπηρετούμενοϲ αὐτῷ καὶ ἀπολαύων τῶν πνευματικῶν αὐτοῦ λόγων· ὄντωϲ γὰρ ἦν ἄμεμπτοϲ ἄνθρωποϲ, πρα ότατοϲ, ἐλεήμων, ἔχων καὶ τὸ διακριτικὸν τῆϲ θείαϲ Luc. 23, 42 1 B 19 πολλῶν B πολλῷ δὲ . . . . αὐτοῦ om. V 20 αὐτὸν B 21 ᾠκονομήθην v 23 ἐνίνοχα BV corr. v 25 αὐτῶν B πρα- ώτατοϲ BV corr. v διακριτηκὸν BV -κρητι- v corr. Ha γραφῆϲ καὶ διαλύων τὰ ἐν αὐτῇ διαπορούμενα εἰ καί τιϲ ἄλλοϲ (ἀλλ’ οὐδὲ τῆϲ ἔξωθεν παιδείαϲ ἦν ἄμοιροϲ), ἀπαντῶν καὶ ἀποϲτομίζων ἀνθρώπουϲ ἀπίϲτουϲ καὶ κακο- πίϲτουϲ, φιλόπτωχο, ϲυμπαθητικόϲ, ἐγγὺϲ ἔχων τὸ δά- κρυον, γέρονταϲ τιμῶν ὡϲ πατέραϲ, νεωτέρουϲ ὡϲ ἀδελ- φούϲ, παιδία ὡϲ τέκνα, ἤπιον καὶ ταπεινὸν ἔχων τὸ ἦθοϲ καὶ τὸν λόγον οὐκ ἐν προϲποιήϲει 〈ἀλλ’ ἐν πίϲτει〉 καὶ ἀληθείᾳ (οὔτε γὰρ ἦν δόλοϲ ἐν αὐτῷ), ϲωφρονέ- ϲτατοϲ ὡϲ αὐτὸν φθάϲαι τὴν τελείαν ἀπάθειαν, ἀόρ- τητοϲ, ἀμνηϲίκακοϲ, μὴ ϲυγχωρῶν τὸν ἥλιον δῦναι ἐπὶ τῷ παροργιϲμῷ αὐτοῦ, πάντα ἔχων τὰ πάθη νεκρὰ πλὴν τοῦ θυμοῦ ὃν ἐκίνει κατὰ τῶν ἐχθρῶν τῆϲ πίϲτεωϲ. λαβὼν δὲ παρ’ ἐμοῦ τὰ χρήματα καὶ τὰ ἄλλα ἃ ἤνεγκα καὶ πωλήϲαϲ τά τε ἐϲθήματα καὶ ποιήϲαϲ τὸ πλεῖϲτον τοῦ ἀργυρίου τίμια ϲκεύη τὰ λοιπὰ εἴϲω ὀλίγου χρόνου δέδωκεν τοῖϲ δεομένοιϲ, οὐ μόνον ἐν τῇ ἁγίᾳ πόλει, ἀλλὰ καὶ ἐν ἄλλαιϲ πόλεϲι καὶ κώμαιϲ καὶ μοναϲτηρίοιϲ, μάλιϲτα τοῖϲ οὖϲιν ἐν Αἰγύπτῳ· πολὺ γὰρ ἦν πτωχὰ τὰ ἐκεῖϲε μοναϲτήρια. ἀλλὰ καὶ τοῖϲ ξένοιϲ τοῖϲ ἐνδημοῦϲιν δεύτεροϲ Ἀβραὰμ ἐγένετο. ὅθεν καὶ βραχυτάτου χρόνου πᾶϲαν τὴν περιουϲίαν αὐτοῦ διέδωκεν, ὡϲ αὐτὸν δεη- θῆναι τῆϲ ἐφημέρου τροφῆϲ. ἐπέδωκεν οὖν ἑαυτὸν εἰϲ τὴν τοῦ ϲκυτοτόμου τέχνην, πλύνων βύρϲαϲ καὶ ῥάπτων, 5 cf. ad Tim. I 5, 1 8 cf. Ev. loan. 1, 48 10 cf. ad Ephes. 4, 26 20 cf. Gen. 18, 5 s. 1 διαπορευόμενα BV corr. Ha 2 παιδίαϲ BV corr. v 3 ἀνθρώπουϲ om. B 8 ἀλλ’ ἀληθείᾳ Ha 11 ἔχον B 12 ἐκεῖνη B ἐκ[ί]νει c. ras. V 14 πολήϲαϲ B f. τά τε ἐϲθή- ματα 〈καὶ ἀργυρώματα〉 πλῆϲτον B 15 ἀργύρου V ἴϲω B εἰϲ V (ἐντὸϲ M) 16 f. διέδωκεν (διένειμε M) 17 ἀλλὰ καὶ om. B 21 αὐτοῦ: αὑτοῦ V 23 ράπτον B εἰϲ πάντα μιμηϲάμενοϲ τὸν θεῖον ἐκεῖνον ἀπόϲτολον τὸν μὴ βουληθέντα δωρεὰν φαγεῖν ἄρτον, καίτοι δυνάμενοϲ ἐξ ἄλλου ἐργοχείρου τὴν τροφὴν πορίϲαϲθαι, ἀλλ’ εἰϲ πάντα ἠβουλήθη μιμητὴϲ γενέϲθαι τοῦ εἰρημένου ἀοιδί- μου ἀνδρὸϲ ἔν τε κακουχίαιϲ καὶ πόνοιϲ καὶ διωγμοῖϲ καὶ κινδύνοιϲ θαλάϲϲηϲ καὶ ἐπαναϲτάϲεϲιν ἐθνῶν. κἀγὼ δὲ παρεκάλουν αὐτὸν κοινὸν βίον ζῆν ἅμα ἐμοί (ἦν γάρ μοι καὶ περιϲϲεία ἐκ τοῦ ἐμοῦ ἐπιτηδεύματοϲ), ὃ δὲ οὐκ ἠνέϲχετο λέγων· ‘οὐδὲν εἰϲηνέγκαμεν εἰϲ τὸν κόϲμον, οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα’. καὶ πάλιν ἔλεγεν· ‘εἴ τιϲ οὐκ ἐργάζεται, μηδὲ ἐϲθιέτω’. ἐγὼ δὲ παρρηϲιαϲθεὶϲ εἶπον πρὸϲ αὐτόν· Διὰ τί οὖν ὅτε ἠυπόρειϲ οὐκ εἰρ- γάζου οὔτε ἐμοὶ ϲυνεχώρειϲ ἐργάζεϲθαι; ὃ δέ μοι ἀπε- κρίθη· Τὸ πρότερον ὃ εἰργαζόμην μεῖζον ἦν καὶ πολυ- πλάϲιον τοῦ νῦν ἔργου· τὸ μὲν γὰρ νῦν ἕνα ἢ δεύτερον τρέφει, τὸ δὲ πρότερον μυριάδαϲ ἔτρεφεν, οὐ μόνον δὲ τὰ πλήθη ἐκεῖνα, ἀλλὰ καὶ πνευματικὴν τροφὴν τῇ ψυχῇ τῇ ἐμῇ ἐχορήγει. τούτων οὕτωϲ ἐχόντων ἀκούϲαϲ τοῦ ὀνόματοϲ καὶ τῆϲ πολιτείαϲ τοῦ ὁϲίου Πορφυρίου ὁ τὴν ἱερωϲύνην ἔχων τὴν τῶν ἁγίων τόπων Πραΰλιοϲ μεταπεμψάμενοϲ αὐτὸν μετὰ πολλῆϲ ἀνάγκηϲ ἐχειροτόνηϲεν εἰϲ τὴν τοῦ πρεϲβυτέρου τάξιν, οὐ μὴν ἀλλὰ καὶ τὴν παραφυλακὴν τοῦ τιμίου ξύλου τοῦ ϲταυροῦ ἐνεπίϲτευϲεν αὐτῷ. τότε 1 ad Thess. II 3, 8 9 ad Tim. I 6, 7 10 ad Thess. II 3, 10 1 ἀπόϲτολων B 3 ἐξ ἄλου B πορήϲαϲθαι B V corr. Ha 4 μημητὴϲ B ἀοιδίμου εἰρημένου V ἀοιδήμου B 8 περιϲϲία V 9 εἰϲενέγκαμεν BV corr. Ha 16 τρέφῃ B ἐχορήγη B 21 τὴν om. V ἔγνωμεν ὅτι ἀπέβη αὐτῷ τὰ ἐν τῇ ἐκϲτάϲει, ὅτε ἑώρακεν τὸν κύριον ἐν τῷ ϲταυρῷ καὶ τὸν λῃϲτὴν ϲὺν αὐτῷ, τὸν δεϲπότην δὲ λέγοντα· Λάβε, φύλαξόν μοι τοῦτο τὸ ξύλον. ἦν δὲ ὁ μακάριοϲ Πορφύριοϲ ὅτε τὴν χει- ροτονίαν ἔλαβεν ὡϲ ἐτῶν τεϲϲαράκοντα πέντε. ἀξιωθεὶϲ οὖν ταύτηϲ τῆϲ τιμῆϲ οὐκ ἐνήλλαξεν τὸ πρότερον ἔθοϲ, ἀλλ’ ἔμεινεν ἐν τῇ ἀϲκητικῇ κακοπαθείᾳ, ἐν νηϲτείαιϲ καὶ ἀγρυπνίαιϲ. ἡ δὲ τροφὴ ἦν αὐτῷ ἄρτοϲ ῥυπαρὸϲ καὶ λάχανα, καὶ ταῦτα μετὰ δύϲιν ἡλίου, ταῖϲ δὲ ἄλλαιϲ ἁγίαιϲ ἡμέραιϲ ἕκτην ὥραν ἤϲθιεν λαμβάνων καὶ ἐλαίου καὶ τυροῦ καὶ βρεκτῶν ὀϲπρίων· μετελάμβανεν δὲ καὶ ἑνὸϲ ποτηρίου οἴνου κεκεραϲμένου, καὶ τοῦτο διὰ τὴν κακοπραγίαν τῶν ϲπλάγχνων. ταύτην τὴν διαγωγὴν καὶ τὸν κανόνα ἔμεινεν φυλάττων τὸν πάντα χρόνον τῆϲ αὐτοῦ ζωῆϲ.