ἐπανέλ- >θετε δὴ πρὸς τὴν ἀλλήλων φιλίαν τε καὶ χάριν, ἀπόδοτε τῷ σύμ- >παντι λαῷ τὰς οἰκείας περιπλοκάς, ὑμεῖς τε αὐτοὶ καθάπερ >ἑαυτῶν ψυχὰς ἐκκαθάραντες αὐθις ἀλλήλους ἐπίγνωτε· ἡδεῖα >πολλάκις γίνεται φιλία μετὰ τὴν τῆς ἔχθρας ἀπόθεσιν αὖθις εἰς >καταλλαγὴν ἐπανελθοῦσα. ἀπόδοτε οὖν μοι γαληνὰς μὲν ἡμέρας >νύκτας δὲ ἀμερίμνους, ἵνα κἀμοί τις ἡδονὴ καθαροῦ φωτὸς καὶ >λοιπὸν ἡσύχου εὐφροσύνη σῴζηται. εἰ δὲ μή, στένειν ἀνάγκη καὶ >δακρύοις δι᾿ ὅλου συνέχεσθαι καὶ Με τὸν τοῦ ζῆν αἰῶνα >ὑρίστασθαι. τῶν γάρ τοι τοῦ θεοῦ λαῶν, τῶν συνθεραπόντων >λέγω τῶν ἐμῶν, οὕτως ἀδίκῳ καὶ βλαβερᾷ πρὸς ἀλλήλους >κεχωρισμένων ἐμὲ πῶς ἐγχωρεῖ τῷ λογισμῷ συνεστάναι λοιπόν; ἵνα >δὲ τῆς ἐπὶ τούτῳ λύπης τὴν ὑπερβολὴν αἰσθήσεσθε, ἀκούσατε. >πρώην ἐπιστὰς τῇ Νικομηδέων πόλει παραχρῆμα εἰς τὴν >ἠπειγόμην τῇ γνώμῃ. σπεύδοντι δέ μοι πρὸς ὑ·μᾶς ἤδη καὶ τῷ >πλείονι μέρει σὺν ὑμῖν ὄντι ἡ τοῦδε τοῦ πράγματος ἀγγελία πρὸς >τὸ ἔμπαλιν τὸν λογισμὸν ἀνεχαίτισεν, ἵνα μὴ τοῖς ὀφθαλμοῖς >ἀναγκασθείην, ἃ μηδὲ ταῖς ἀκοαῖς προσέσθαι δυνατὸν ἡγούμην. ἀνοί- >ξατε δή μοι λοιπὸν ἐν τῇ καθ’ ὑμᾶς ὁμονοίᾳ τῆς ἐῴας τὴν >ἣν ταῖς πρὸς ἀλλήλους φιλονεικίαις ἀπεκλείσατέ μοι, καὶ συγχωρή- >σατε θᾶττον ὑμᾶς τε ὁμοῦ καὶ τοὺς ἄλλους ἅπαντας δήμους ἐπιδεῖν >χαίροντα καὶ τὴν ὑπὲρ τῆς κοινῆς ἁπάντων ὁμονοίας τε καὶ >θερίας ὀφειλομένην χάριν ὑπ᾿ εὐφήμοις λόγων συνθήμασιν >σαι τῷ κρείττονι«.