ποιήσωμεν ἄνθρωπον κατ᾿ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν‘. ἀλλὰ πρὸς τίνα ἔφη, ζητήσωμεν, φιλόσοφε. ἐν τῷ γὰρ εἰπεῖν καὶ εἶπεν ὁ θεός· ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ᾿ ὁμοίωσιν‘ ζήτημα ἐνέβαλε νοῆσαι ἡμᾶς, πρὸς τίνα ἔλεγε τὸ ποιήσωμεν· εἰπὼν εἰπὼν γὰρ καὶ εἶπεν ὁ θεὸς ποιήσωμεν ἄνθρωπον« ἐπήγαγε λέγων »καὶ ἐποίησεν ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ᾿ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν, ἄρρεν καὶ θῆλυ ἐποίησεν αὐτούς«. ἡ οὖν τοῦ ποιήσωμεν σημασία τὸ εἶναι πρόσωπον συνδημιουργὸν σημαίνει καὶ συνισοπροσήγορον εἰσάγει. ὡς γὰρ θεὸς ὁ πατήρ ἐστιν ὁ εἰπὼν »ποιήσωμεν ἄνθρωπον«, οὕτω θεός ἐστι καὶ πρὸς ὃν τὸ ποιήσωμεν εἴρηκε, μιᾶς οὔσης τῆς τῶν ἀμφοτέρων προσώπων θεότητος, τοῦ τε ἐπόντος »ποιήσωμεν ἄνθρωπον κατ᾿ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν« καὶ τοῦ ποιήσαντος τὸν ἄνθρωπον. τὸ γὰρ ποιήσωμεν τὸ πανάγιον καὶ ἀπαράλλακτον τῆς τοῦ πατρὸς καὶ υἱοῦ θεότητος παρίστησιν ἡ φωνή. ἡ γὰρ τοῦ θεοῦ εἰκὼν ἁπλῆ καὶ ἀσύνθετός ἐστι πῦρ οὖσα τῇ φύσει. ἀπόκρισις σύμφωνος τῶν ἁγίων πατέρων· φῶς ἀπρόσιτον καὶ κθ΄ ἄστεκτός ἐστι φύσις ἡ τῆς ἁγίας τριάδος οὐσία. αὕτη ἐστὶν ἡ διάνοια τοῦ ποιήσωμεν. Ἀντίρρησις τοῦ φιλοσόφου ὑπὲρ Ἀρείου· πάλιν ἐρῶ τὸ τὸν λ΄ θεὸν ἁπλοῦν εἴναι καὶ ἀσχημάτιστον καὶ ἀσύνθετον. πῶς οὖν ἄρανοντέον τὸ »κατ᾿ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν« καὶ τὸ μὴ προϋπάρχειν τὸν εἰπόντα τοῦ πρὸς ὃν ἔλεγε »ποιήσωμεν ἄνθρωπον« καὶ τὰ ἑξῆς, φατὲ ἡμῖν σαφῆ τὴν περὶ τούτων ἀπόδειξιν, εἰ δύνασθε. οἱ ἅγιοι ἐπίσκοποι διὰ Ὁσίου ἐπισκόπου λα΄ πόλεως Κουρδούβης ἑρμηνεύοντος αὐτὸν ἑτέρου ἑτέρου εἶπον·