ἀλλὰ καὶ οὕτως ὁ φιλόσοφος τῇ τῶν λόγων διαβολικῇ εὐτεχνίᾳ θαρρῶν τὴν διὰ τῶν ἐπισκόπων ἀλήθειαν κηρυττομένην ἀντιτοξεύειν ἐνίστατο, εὐ μάλα ῥᾷστα πᾶσι τοῖς ἐπαγομένοις αὐτῷ, ὡς ᾤετο, προσφερόμενος, ἐπιλύειν τε ἐβιάζετο τὰ κινούμενα δίκην ἐγχέλους· έν οἷς Κὰρ ἐδόκει ἑαυτῷ συνίστασθαι, διολισθαίνων τῶν ἐπικρατεστέρων αὐτῷ προσφερομένων νοημάτων ἐκ τῶν οἰκείων ῥημάτων ἁλισκόμενος συγκατέπιπτεν. ἀλλὰ καὶ οὕτως κορυβαντιῶν ἀλαζονικῶς κατὰ τῆς εἰρηνικωτάτης συνόδου ἐφέρετο, ἐλπίζων νικᾶν τοῦ ἐν αὐτοῖς ἀηττήτου πνεύματος Χριστοῦ τὴν ἀκαταμάχητον δύναμιν· ἀλλ᾿ ἵνα δείξῃ ὁ θεὸς »ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αύτῶν«, ὅτι »οὐκ ἐν λόγῳ ἡ βασιλεία αὐτοῦ ἀλλ’ ἐν δυνάμει« συνίσταται, δι᾿ ἑνὸς τῶν ἐκεῖσε δούλων αὐτοῦ τὸν ἐν τῷ φιλοσόφῳ λαλοῦντα πονηρὸν δαίμονα ἰσχυρῶς κατεσίγασεν οὐ μόνον ἀλλὰ καὶ ἐξέβαλεν. ἀνὴρ γάρ τις ἐκ τῶν παρόντων τῇ συνόδῳ ἁγίων ὁμολογητῶν ἁπλοῦς τὴν φύσιν εἴπερ τις ἄλλος τῶν ἁγίων καὶ μηδὲν ἕτερον εἰδὼς »εἰ μὴ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον« σαρκὶ κατὰ τὰς γραφάς, συνὼν τοῖς ἐπισκόποις καὶ ὁρῶν τὸν φιλόσοφον κατεπ- αιρόμενον τῶν ἡμετέρων ἁγίων ἐπισκόπων καὶ τῇ μοχθηρᾷ αὐτοῦ συζητήσει καταλαζονευόμενον, αἰτεῖ παρὰ τῶν ἐπισκόπων τῶν τοῦ θεοῦ ἱερέων χώραν αὐτῷ συνομιλίας παρ αὐτῶν πρὸς τὸν φιλό- 4 Psal. 118, 60 — 16 I Kor. 3, 19 — 17 I Kor. 4, 20 — 22 I Kor. 2, 2 Α1ΗR V1P3 M2P1P1 2 ἀντιθέσεις] καὶ πρεπούσας wiederholt R 3 ὁμοῦ καὶ βασιλέα > V1 Δαυῒδ > R 5 προφα = προφάσεις R 6 οὕτως] οὗτος Μ2Ρ1Ρ2V1P3 8 ἀλήθειαν ~ Μ2Ρ1Ρ2 9 προφερόμενος Α1 10 κινούμενα 10 καὶ 211 (??) γὰρ > Μ2Ρ1Ρ2 11 ἐπικρατέστερον ΗΜ2Ρ1Ρ2 | αὐτοῦ V1 14 ἀκτίστου P3 14 | νικᾶν τὴν ἀκαταμάχητον δύναμιν τοῦ ἐν αὐτοῖς (R αὐτῆ) ἀηττήτου πνεύματος ~ A1R 16 δρασόμενος Ρ2V1 19 κατεσίγασεν Α1ΗR δαί\\μονον ἰσ/υρῶς κατεσίγασεν //////// ἀλλὰ (bei || wechselt die Zeile und ist am Rand ügt μονα οὐ, nach κατεσίγασεν etwa 6 Buchstaben wegradiert) 1 δαίμονα οὐ μόνον ἰσχυρῶς κατεσίγασεν ἀλλὰ καὶ ~ R 20 γάρ] δέ R 22 ἐσταυρωμένων A1HR 25 ζητήσει P2 | κατηλαζονευόμενον V1 26 ὁμιλίας Α1R σοφον δοθῦναι. τότε οἱ καθ’ ἡμᾶς ἅγιοι ἐπίσκοποι θεωροῦντες τοῦ ἀνδρὸς τὴν ἁπλότητα καὶ τὸ ἄπειρον αὐτὸν εἶναι γραμμάτων ἔπειθον μὴ δοῦναι ἑαυτὸν εἰς τὸ μέσον, μή ποτε παρὰ τοῖς μοχθηροῖς καὶ τῆς ἀληθείας ἐχθροῖς γέλως γένηται.