παρῆσαν γὰρ πλεῖστοι ὅσοι φιλόσοφοι, εἰς οὓς ἠλπικότες, ὡς ἀρτίως εἰρήκαμεν, οἱ τῆς ἀληθείας πολέμιοι εἰκότως ἑάλωντο μετὰ τοῦ καὶ τῆς βλασφημίας αὐτῶν διδασκάλου, πηλρουμένης ἐπ’ αὐτοῦ καὶ αὐτῶν τῆς ἱερᾶς γραφῆς λεγούσης· »ἐπικατάρατος πᾶς ἄνθρωπος, ὃς ἔχει τὴν ἐλπίδα αὐτοῦ ἐπ΄ ἄνθρωπον καὶ ἀπὸ κυρίου ἀπέστη ἡ καρδία αὐτοῦ«. ἀπέστη γὰρ ὄντως ἀπὸ κυρίου ἡ βλάσφημος καρδία τοῦ θεομάχου Ἀρείου καὶ τῶν κοινωνῶν τῆς ἀσεβείας αὐτοῦ, κτίσμα καὶ ποίημα τολμησάντων λέγειν τὸν υἱὸν τοῦ Μοῦ τὸν πάντων κτίστην καὶ δημιουργὸν ἀοράτων καὶ ὁρατῶν κτιστῶν φύσεων. Ὅπου εἷς τῶν φιλοσόφων ὑπὲρ Ἀρείου κατὰ τῆς ἁγίας ἐκείνης τῶν ἀποστολικῶν τοῦ θεοῦ ἱερέων συνόδου πλεῖστα ὅσα ἀποφθέγγεται. Εἷς δέ τις τῶν μισθωτῶν Ἀρείου φιλόσοφος, λίαν παρὰ πάντας τοὺς ἄλλους θαυμαζόμενος, πολλὰ καὶ πάμπολλα ὑπὲρ Ἀρείου πρὸς τοὺς ἐπισκόπους τοὺς ἡμετέρους διετείνετο ἐπὶ πλείστας ὅσας ἡμέρας, ὥστε γίνεσθαι ἐφ’ ἑκάστης ἐκ τῆς διὰ τῶν λόγων συμβολῆς μεγάλην ἀκρόασιν, τοῦ πλήθους τῶν συνερχομένων ἐπισυγχέοντος, τοῦ δὲ φιλοσόφου κατὰ τῶν παρὰ τῆς ἁγίας συνόδου λεγομένων τὰς ἀσεβεῖς Ἀρείου βλασφημίας προβαλλομένου, λέγοντος περὶ τοῦ υἱοῦ τοῦ θεοῦ τὸ ἦν ποτε ὅτε οὐκ ἦν« καὶ ὅτι »κτίσμα καὶ ποίημα ἐξ οὐκ ὄντων καὶ ἐξ ἑτἐρας οὐσίας καὶ ὑποστάσεώς ἐστι«· καὶ ὑπὲρ τούτων τῶν μιαρῶν δογμάτων Ἀρείου πολὺς ἠν αὐτῶ ὁ ἀγὼν καὶ αἱ τῶν λόγων νιφάδες, λυττῶντος αὐτοῦ κατὰ τοῦ υἱοῦ τοῦ θεοῦ καὶ κατατρέχοντος τοῦ τῶν ἁγίων ἱερέων ἐκείνων χοροῦ, λαλοῦντος ἐν αὐτῷ καὶ δι᾿ αὐτοῦ τοῦ τῆς τῶν ἀνθρώπων σωτηρίας ἐχθροῦ· οἱ δὲ τῆς ἀλη- 5 Jerem. 17, 5 — 14 ff vgl. Rufin. x 3 p. 961—963. Soz. I 18 14—S. 64, 8 vgl. Georgios Mon. Chron. II 505, 18 —507, 15 de Boor A1HR V1P3 M2P1P2 2 σύνοδον > P3 4 ἑαλῶντο Α1R ἑάλων H ἑαλώκασι Μ2Ρ1Ρ2 ἑάλωνται V1P3 μετὰ τοῦ καὶ A1V1P3 μετὰ καὶ τοῦ HM2P1P2 καὶ μετὰ τοῦ Ρ3 5 αὐτοῦ] αὐτῷ Α1RV1P3 6 f ὁ ἐλπίζων ἐπ᾿ ἄνθρωπον R 8 ὄντος Μ2 | ἀπὸ + τοῦ HV1P3 (??) τοῦ θεομάχου] καὶ θεομάχος R 10 τὸν2] τῶν Μ2 10 f ὁρατῶν καὶ ἀοράτων ~ Α1R 12 εἶς > | ὑπὲρ > V1P3 15 f πρὸς τοὺς ἡμετέρους 17 διὰ τῆς ἐκ τῶν ~ Α1R 18 ἐπισυντρέχοντος Georg. Mon. | τοῦδε HSS corr. Ltz. 19 παρ]ὰ Α1 περὶ ΗΜ2Ρ1Ρ2 20 βλα[σφη]μίας α1 aber am Rand von äterer Hd. änzt φη) | προβαλλομένου > H 21 καὶ ποίημα > R Α1 22 ὑποστάσεως καὶ οὐσίας ~ R 23 ὁ > Α1RM2P1P2 26 τῶν > θείας ὑπέρμαχοι, οἱ ἡμέτεροι ἐπίσκοποι, τὰς ὀφειλομένας καὶ πρεπού- σας ὑπὲρ τῶν ἀποστολικῶν δογμάτων ἀντιθέσεις ἀταράχως τῷ φιλοσόφῳ προσέφερον, τὸν μέγαν προφήτην ὁμοῦ καὶ βασιλέα Δαυῒδ μιμούμενοι λέγοντα· ἡτοιμάσθην, καὶ οὐκ ἐταράχθην«, πάσας γὰρ τὰς τοῦ φιλοσόφου πολυπλόκους προτάσεις ὡς πυρὶ τῷ θείῳ λόγῳ στυππείου δίκην κατανήλισκον.