συνυπάρχει δὲ ὡσαύτως τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τὸ ἅγιον πνεῦμα τῆς αὐτῆς οὐσίας καὶ τοῦ αὐτοῦ χρήματος ὄν, οὑπερ ὁ πατὴρ καὶ ὁ υἱός. μίαν τοίνυν βουλὴν μίαν βασιλείαν μίαν αύθεντίαν μίαν δεσποτείαν ἐπὶ πάντων τῶν κτιστῶν φύσεων ὁρωμένων τε καὶ νοουμένων, μίαν θεότητα καὶ τὴν αὐτὴν οὐσίαν ὁμολογητέον πρὸς ἡμῶν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, οὐ σύγχυσιν ἢ διαίρεσιν τῶν τῆς ἀρρήτου ἐκείνης καὶ μακαρίας τριάδος ὑποστάσεων κηρυττόντων ἡμῶν, ἀλλὰ πατέρα ἀεὶ ἀληθῶς πατέρα άληθινοῦ υἱοῦ ἀεὶ ὄντα καὶ ὑφεστῶτα, καὶ υἱὸν ἀληθῶς υἱὸν ἀληθινοῦ πατρὸς ἀεὶ ὄντα καὶ ὑφεστῶτα, καὶ πνεῦμα ἅγιον ἀληθῶς πνεῦμα ἅγιον ἀεὶ ὂν καὶ ὑφεστός, τριάδα ἀχώριστον ἄρρητον καὶ άληθῶς ἀπερινόητον καὶ ἀνέκφραστον, μίαν θεότητα καὶ τὴν αὐτὴν οὐσίαν ταύτης εἰναι πιστεύοντες. καὶ ταύτην ὁμολογοῦμεν κατὰ τὴν ἀνέκαθεν παρὰ τοῦ κυρίου διὰ τῶν ἱερῶν αὐτοῦ ἀποστόλων καὶ τῶν τὴν ἐκείνων ἁγίαν πίστιν φυλαξάντων ἀσπίλως ἀρχαίων ἁγίων ἡμῶν πατέρων παραδοθεῖσαν ἡμῖν τῆς αὐτῆς πίστεως ἀληθῆ δογμάτων ἀκρίβειαν, ἑτοίμως ἐχόντων ἡμῶν σὺν εὐδοκίᾳ τοῦ ἁγίου πνεύματος διὰ πλείστων ὅσων μαρτυριῶν τῶν ἐκ τῶν θείων γραφῶν δεῖξαι ταῦτα ουτως εχειν.« Τούτων παρ’ αὐτῶν μᾶλλον δὲ δι᾿ αὐτῶν ὑπὸ τοῦ ἁγίου πνεύματος ἐκφωνουμένων, οἱ τῆς ἀσεβείας Ἀρείου ἀντιποιούμενοι ὑπεγόγγυζον λίαν τρυχόμενοι· ἠσαν δὲ οἱ περὶ Εὐσέβιον τὸν Νικομηδείας καὶ Θέογνιν τὸν τῆς Νικαίας, οὓς ἔμπροσθεν ἤδη ἐδηλώ- σαμεν· ἀπέβλεπον δὲ ὅμως εἰς τοὺς μισθωτοὺς Ἀρείου φιλοσόφους τινὰς λογίους ὑπεράγαν, οὓς συνηγόρους τῆς οἰκείας μοχθηρίας μισθω- 2 Job. 1, 1 — 28 vgl. S. 54, 10 — 30 ff zur Sache vgl. Soor. I S, 13 p. 39. Sozom. I 17, 3 A1 (von Ζ. 12 τριάδος an) V1P3 M2P1P2 5 τῆς αὐτῆς — πατήρ > P2 νοουμένων τε καὶ ὁρωμένων ~ R 12 τριάδος > R 13 ἀΜῶς] ἀληθῆ R 14 καὶ καὶ — 15 ὑφεστῶτα > R υἱὸν2 nachträgl. eingefügt P2 16 ὑφεστώς HRM2P1P2P3 19 τοῦ > P3 | ἱερῶν] ἁγίων R 23 δε-ιξαι > (aber am Rand von sp"aterer Hd. ἀποδεῖξαι) Α1 > R 25 f ὑπὸ τοῦ ἁγίου πνεύματος δι’ αὐτῶν ~ R .27 ὑπεγόγγυζον λίαν τρυχόμενοι > P3 | οἱ ὑπὲρ ὑπὲρ Ρ3 | τὸν > R 29 ] ὁμοιες 3 σάμενος Ἄρειος σὺν αὐτοῖς ἧκεν εἰς τὴν ἁγίαν ἐκείνην καὶ οἰκουμενικὴν σύνοδον.