Πολλὰ δὲ καὶ ἄλλα τοῦ ἀνδρὸς ᾄδονται θαύματα καὶ παραδοξοποιίαι πολλαί, αἳ καὶ μέχρι δεῦρο πρὸς τῶν ἐγχωρίων δείκνυνται τοῖς ἐφισταμένοις πρὸς πληροφορίαν τῆς ἀληθοῦς ἡμῶν εἰς Χριστὸν πίστεως. τοιούτοις τοιγαροῦν μέχρι τῶν καιρῶν ἐκείνων ἁγίοις ἀνδράσιν ἡ ἐκκλησία διέπρεπεν, ἐξ ὧν πολλοὶ παρῆσαν κατὰ τὴν ἐν Νικαίᾳ σύνοδον. ἀλλὰ μὴν καὶ Ἀθανάσιος, περὶ οὗ καὶ πρώην εἰρήκαμεν, τηνικάδε διάκονος ὤν, οὐκ ἄμοιρος τοῦ τῶν ἁγίων ἐκείνων χοροῦ εἶναι ὑπὸ πάντων ὡμολόγητο· συνῆν δὲ τῷ Ἀλεξάνδρῳ τῷ τῆς Ἀλεξανδρέων ἐκκλησίας ἐπισκόπῳ, βοηθὸς ἄριστος ὑπάρχων αὐτῷ. ἀνεκίνουν γοῦν ὁσημέραι οἱ ἡμέτεροι ἅγιοι ἐπίσκοποι ἐπὶ πλεῖστον ὅσον χρόνον πάμπολλα περὶ τῆς πίστεως, οἰόμενοι δεῖν μηδὲν εὐχερὲς ἢ τολμηρὸν περὶ τηλικαύτης ζητήσεως διαπράττεσθαι, συχνῶς τε τὸν Ἄρειον μετεπέμποντο καὶ πυκνῇ ἀνακρίσει τὰς προτάσεις αὐτοῦ ἀναπτύσσοντες διέλυον· πλείστη HR (von Ζ. 29 νουν γοῦν an) Vips M2P1P2 4 ὁ — εὑρὼν am Rand nachgetragen, aber von 1. Hd. Ρ2 7 διχειρίσασθαι Μ2Α1 διαχειρίσασθαι die übr. HSS corr. Pasquali. vifoc stutc qiioque inlaturum se esse exitium Rufin. | λάβοιε V1P3 10 τοίνυν > Ρ2 11 τοῦ — καλεῖ > 13 ἀπὸ τοῦ τάφου > P2 15 παρακαταθήκην Μ2Ρ1Ρ2 16 σαφῶς — πατρί > 19 παρακαταθήκην Μ2Ρ1Ρ2 25 καὶ + ὁ Η 27 ἐκείνου ἐκείνου V1P3 αὐτῷ > | /// νουν γοῦν setzt R | γοῦν] οῦν ΗΜ2P1P2 τε ὅση σπουδὴ καὶ φροντὶς ἠν αὐτοῖς, πῶς ἐχρῆν πρὸς τὴν άνατρπὴν τῶν ἀθέσμων αὐτοῦ δογμάτων ψηφίσασθαι καὶ ανθορίσασθαι. μετὰ πολλῆς οὖν τῆς σκέψεως καὶ τῆς πρὸς τὸν θεὸν ἱκεσίας ταῦτα διελάμβανον. διὸ καὶ σφόδρα σοφῶς καὶ λίαν ἁρμοδίως τοὺς κατὰ τῶν ἀθεμίτων δογμάτων Αρείου καὶ τῶν σὺν αὐτῶ ἐλέγχους ἀντέθηκαν, πρόρριζον ἀνασπάσαωτες τὰς κατὰ τοῦ υἱοῦ τοῦ θεοῦ μιαρὰς αὐτῶν βλασφημίας καὶ ἐξαφανίσαντες.