ταύτης μετὰ θάνατον ἐξ ἀποδημίας τις ἀναστὰς παρακαταθήκην ἀπῄτει τὸν γέροντα, 9—S. 59, 2 Tgl. Eufin. X 5 p. 963 f s. a. Socr. I 12 p. 90 ff. Soz. I 11, 1—5 H V1P3 M2P1P2 2 τε > H 3 παραθέντας Μ2 4 ποιεῖν (vielleicht von 1. Hd. P3 5 σφόδρα äglich hinter τιμῆς ügt H ἐξορυγμένον H, ἐφνρυμὸν V1P3 | προσῆν] ἐξῆν P2 12 ποιμένειν + εἰς V1 13 προσβαλλόντων HV1P3 10 τὸν κράτιστον τῶν κριῶν ~ 19 οὺν > | θαύματα V1P3 19 f τούτου τοῦ ἁγίου ~ V1 20 δὲ > P3 22 μακάριος V1P3 | οὗτος > H 24 διεξέρχεται P3 | μετὰ] μὲν P3 25 παραθήκην V1P3 ἣν τῇ αὐτοῦ θυγατρὶ τῇ παρθένῳ ἠν παραθέμενος. ὁ δὲ μακάριος Σπυρίδων ἠγνόησε παντελῶς τὴν ὑπόθεσιν· ὡς ὡς πολὺς ἦν ἐπικείμενος αὐτῷ ὁ ἄνθρωπος, πολλὰ ἄνω καὶ κάτω τὸν οἶκον διερευνήσας ὁ γέρων καὶ μὴ εὑρὼν ἠνιᾶτο σφόδρα καὶ πρὸς τὸν ἄνδρα ἔλεγε μήτε εἰδέναι μήτε εἶναί τι ἐν τῷ οἴκῳ. ὁ δὲ ἔμπορος ἐκβοῶν δάκρυσί τε συνεχόμενος καὶ ὀλοφυρόμενος ᾔτει τὴν παρακαταθήκην, λέγων αὐτὸν διαχειρίσεσθαι τῆς ἀπωλείας χάριν, εἰ μὴ λάβοι τὰ παρακατατεθέντα, φάσκων ἕνεκα γήρως αὐτῷ ταύτην τὴν παραμυθίαν πεφυλάχθαι παρ’ αὐτῇ τῇ παρθένῳ παραθέμενος. ἀναγκάζεται τοίνυν ὁ γέρων ὁ ἅγιος ἐκεῖνος ἐπὶ τὸ μνῆμα τῆς θυγατρὸς ἅμα τῷ ἐμπόρω ὁρμῆσαι πρὸς πεῦσιν τοῦ πράματος· ὁ δὲ ἐλθὼν καλεῖ τὴν θυγατέρα ἐξ ὀνόματος καί φησι πρὸς αὐτήν· τέκνον μου Εἰρήνη«. ἡ δὲ ἀποκριθεῖσα ἀπὸ τοῦ τάφου λέγει πρὸς αὐτόν· »τί θέλεις, ὡ πάτερ«; ὁ δὲ γέρων πρὸς αὐτήν· »ποῦ ἀπέθου τὴν τοῦδε τοῦ ἀνθρώπου παραθήκην, ὠ θύγατερ«; κἀκείνη πρὸς αὐτὸν ἒφη· ἐν τῷδε κεῖται τῷ τόπῳ, πάτερ« σαφῶς τὸν τόπον ἐπισημάνασα τῷ πατρί. ὁ δὲ πρὸς αὐτήν· πορεύου ἐν εἰρήνῃ, τέκνον μου Εἰρήνη«. ὁ οὖν γέρων ἐπιστρέψας οἴκοι καὶ εὑρὼν οὗπερ εἶπεν ἡ παρθένος κεῖσθαι τὴν παραθήκην, ἀπέδωκε τῷ ἀνδρί.