καὶ τῷ μὲν μὲν »ούκ ἐκ τοῦ θεοῦ« λέγειν ἐκείνους τὸν αὐτοῦ ἀντέθηκαν οἱ ἡμέτεροι τὸ θεὸν ἐκ θεοῦ«, καὶ τῷ »μὴ ἀληθινὸν θεὸν« κατ’ ἐκείνους ἀντέραψαν οἱ ἡμέτεροι »θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ«, καὶ τῷ »κτίσμα« αὐτὸν λέγειν ἐκείνους ἀνθωρίσαντο οἱ ἡμέτεροι »γεννηθέντα οὐ ποιηθέντα«, τῷ »ἑτερουσίῳ« ὑπ’ ἐκείνων προβαλλομένῳ αντέθηκαν οἱ ἡμέτεροι ἐπίσκοποι τὸ »ὁμοούσιον εἶναι τὸν υἱὸν τῷ πατρὶ τοῦτ ἔστι γεννηθέντα ἐκ τῆς οὐσίας τοῦ πατρός· κτίστην τε αὐτὸν καὶ δημιουργὸν ὁρατῶν τε καὶ ἀοράτων« ἐκήρυξαν κατὰ τὴν ανέκαθεν παραδοθεῖσαν τῇ ἐκκλησίᾳ αὐτοῦ ἀποστολικὴν πίστιν, γραφικαῖς μαρτυρίαις τὰς ἀποδείξεις ἐκδώσαντες, καθὼς προϊὼν ὸ λόγος άποδείξειε. ταύτῃ τῇ ἀντιδότῳ τὰ θανάσιμα φάρμακα ἀνατρέψαντες ἄρα τρανοτέραν ἐντεῦθεν ἤδη λοιπὸν τὴν ἀποστολικὴν συμφώνως ἐγγράφονται πίστιν. Περὶ τοῦ δεῖν τρεῖς ὑποστάσεις νοεῖν καὶ πιστεύειν ἀχωρίστως ἐπὶ τῆς ἀρρήτου τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος μιᾶς θεότητος. Ἡ ἁγία καὶ μεγάλη καὶ οἰκουμενικὴ σύνοδος τῶν ἐν Νικαίᾳ συναχθέντων ἁγίων πατέρων ἡμῶν διὰ τοῦ μακαρίου καὶ ἁγίου ἐπισκόπου Ὁσίου πόλεως Κουρδούβης τῆς τῶν Σπάνων ἐπαρχίας, ἐπέχοντος καὶ τὸν τόπον τοῦ τῆς Ῥωμαίων ἐπισκόπου σὺν τοῖς ἐκ τοῦ αὐτοῦ θρόνου προαναφωνηθεῖσι πρεσβυτέροις, ἑρμηνεύοντος αὐτὸν ἑτέρου εἶπεν· »ἡ θεότης οὐχ ἓν πρόσωπόν ἐστι κατὰ τὴν Ἰουδαίων ὑπόληψιν, ἀλλὰ τρία πρόσωπα καθ’ ὑπόστασιν ἀληθινήν, οὐκ ὀνόματι ψιλῷ, καὶ τοῦτο μαρτυρίαις πολλαῖς ἀπό τε παλαιᾶς καὶ νέας διαθήκης κηρύττεται. ἡ μὲν παλαιὰ κατὰ τὸν σωματικώτερον HR V1P3 M2P1P2 3 τὸν > HR προρρίζους ΗΜ2Ρ1Ρ2 9 τῷ] τὸ V1P3 μὴ] μὲν Ρ3 | 2 > VI | ἀντέγραψον H ἐγράψαντο RV1P3 10 τῷ] τὸ V1P3 12 HP3 Vi τὸν υἱὸν > Η 15 τε > Μ2 17 ἐκδόσαντες Μ2Ρ1Ρ2V1 — 14 f ἀποδείξειε > P3 19 ἄρα > Ρ3 | ἐνταῦθα P2 20 22 μιᾶς θεότητος > H 23 f συνεχθέντων Μ2Ρ3 25 Ὁσίου > R 26 τοῦ ἔτι τρόπον διαλεγομένη λόγον ὡς λαλούμενον παρέστησεν, ἡ δὲ καινὴ τὸν λόγον θεὸν ἀπέδειξε κατὰ τὸ ἐν ἀρχῇ ἠν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, θεὸςἠν ὁ λόγος«· καὶ πρόσωπον τέλειον ἐκ τελείου· θεὸς γὰρ οὐ μέρος ὁ υἱός, ἀλλὰ τέλειος ὥσπερ ὁ πατήρ, τῆς αὐτῆς οὐσίας ὤν, ἡς καὶ ὁ γεννήσας αὐτὸν ἀφράστως πατήρ.