οὕτω δῆτα πάσης τυραννίδος ἐκκαθαρθείσης, μόνοις ἐφυλάττετο τὰ τῆς προσηκούσης βασιλείας βέβαιά τε καὶ ἀνεπίφθονα Κωνσταντίνῳ καὶ τοῖς τούτου παισί. Τοσαῦτα οὖν ὁ τῶν ἀρχαίων ἐκκλησιαστικῶν συγγραφέων ἀξιοπιστότατος Εὐσέβιος ὁ τοῦ Παμφίλου πλείστους ὅσους ἀγῶνας θέμενος καὶ διερευνησάμενος ἔκ <τε> τῶν ἁπλῶς ἐχόντων τὴν ποιησάμενος, ἐν δέκα τόμοις ὅλοις τὰ τῆς ἐκκλησιαστικῆς ἡμῖν ἱστορίας ἀκριβῶς καταλέλοιπεν, ἀρξάμενος μὲν ἀπὸ τῆς τοῦ κυρίου παρουσίας πληρώσας δὲ εἰς τούσδε τοὺς χρόνους, οὐκ ἀπόνως — πῶς γὰρ οἷόν τε ἦν τοσαύτην ἀναδεξάμενον φροντίδα τοῦ διασώσασθαι τῆς τοιᾶσδε συλλογῆς τὴν ἁρμονίαν—ἀλλ’, ὡς ἀρτίως ἔφην, πολλὴν εἰσενεγκάμενος τὴν σπουδὴν καὶ πλοῦτον ἄφατον πόνου· ἀλλὰ μηδεὶς οἰέσθω τὸν ἄνδρα ἐκ τῶν περὶ αὐτοῦ ἐπιπεφημισμένων, ὡς τῆς Ἀρείου βλασφήμου μοχθηρίας ποτέ τι πεφρονήκει, ἀλλὰ πεπείσθω, ὡς εἰ καί τινα ἢ ἐλάλησεν ἢ ἔγραφε μικρόν τι τῶν Ἀρείου ὑπονοούμενα, οὐ μὴν κατὰ τὴν ἀσεβῆ ἐκείνου ἔννοιαν ἀλλ’ ἐξ ἀπεριέγου ἁπλότητος, καθὼς καὶ αὐτὸς ἐν τῷ ἀπολογητικῷ αὐτοῦ λόγῳ, ᾡ διεπέμψατο πρὸς τὸ τῶν ὀρθοδόξων ἐπισκόπων κοινόν, μαρτυραμενος ταῦτα ἐπληροφόρησε. καὶ ἀληθεύειν τὸν ἄνδρα ὑπολάβοι πᾶς τις εὖ φρονῶν ὁπότε σύνεστι καὶ ἐξ ἐκείνου πεισθῆναι μήπω τότε που ποτε τὰ Ἀρείου ἀκουσθησόμενα. δείξει δὲ τὰ ἐν τῇ συνόδῳ τῇ κατὰ 1 παρῆσαν A2, παρὸν aber am Rand ABBREV παρῆν H, παρὸν M2P1P2 παρῆν V1P3 > Eus. 2 ὕμνοι A2V1P3 ὕμνοις HM2P1P2 Eus. 6 παρόντων nach Euseb zugesetzt > HSS 12 οὖν > V1P3 14 corr. Ltz. 15 ἡμῖν > M2 17 πληρώσας—ἀπόνως > A2 18 ἀναδεξ. τοσαύτην ~ H 21 περὶ > P2 | ἐπιπεφημένων A2, ἐπιφημισμένων H, ἐπιπεφημισμένον P2 | Randnotiz: οὗτος μέν φησι τὸν παμφίλου μὴ ἀρειογνώμονα εἶναι, ἐν πολλοῖς δὲ τοῖς αὐτοῦ λόγοις φρονῶν φαίνεται τὰ τοῦ ἀρείου H 22 βλασφήμου μοχθηρίας] βλασφημίας V1P3 βλασφήμου corr. ans βλασφημίας A2 23 τινα ἢ] τιν᾿ ἂν V1P3 | τῶν] τοῦ H 27 ἀληθεύει P3 29 ποτε nachträgl. eingefügt A2 τὴν Νικαέων αὐτῷ ἠγωνισμένα κατὰ τῆς ἀσεβείας Ἀρείου ὑπὲρ τῆς ἀποστολικῆς καὶ ὀρθοδόξου πίστεως.