Τὰ κατὰ τὴν ἁγίαν καὶ μεγάλην καὶ οἰκουμενικὴν τῶν ἐπισκόπων συναθροισθεῖσαν σύνοδον ἐν τῇ Νικαέων ἐκ πασῶν, ὡς ἔπος εἰπεῖν, τῶν τοῦ Ῥωμαίων κόσμου ἐπαρχιῶν καὶ Περσίδος, ἔκ τε τῆς τοῦ θεοῦ χἀριτος καὶ θεσπίσματος τοῦ θεοφιλοῦς καὶ εὐσεβοῦς βασιλέως Κωνσταντίνου τοῦ ἡμετερου ὑπὲρ τῆς ἀποστολικῆς καὶ ὀρθοδόξου πίστεως κατὰ τῶν μοχθηρῶν καὶ ἀσεβῶν δογμάτων τοῦ θεομάχου Ἀρείου· πάντα τὰ ἐν ἐκείνῃ τῇ ἐναρέτῳ καὶ ἁγίᾳ συνόδῳ λεχθέντα τε καὶ πραχθέντα καὶ διατυπωθέντα πάλαι τε καὶ πρόπαλαι ἀναγνοὺς ἔτι ἐν τῇ πατρῴᾳ οἰκίᾳ διάγων, εὑρηκὼς αὐτὰ ἐν βίβλῳ ἀρχαιοτάτῃ ἐγγεγραμμένα ἐν μεμβράναις ἅπαντα ἀπαραλείπτως ἐχούσαις, γενομέναις μὲν τοῦ θείου καὶ ἀοιδίμου Δαλματίου τοῦ ἀπχιεπισκόπου γενομένου τῆς ἀγίας καὶ καθολικῆς ἐκκλησίας τῆς τῶν Κυζικηνῶν λαμπρᾶς μητροπόλεως, περιελθούσαις δὲ είς τὸν τοῦ ποτε ἡμετέρου οἴκου δεσπότην, λέγω δὴ τὸν κατὰ σάρκα πατέρα ἐμόν, τῆς αὐτῆς ἁγιωτάτης ἐκκλησίας πρεσβυτερίου ἠξιωμένον· ᾔτινι ἱερᾷ βίβλῳ ἐντυχὼν καὶ σχολὴν πολλὴν ἐν αὐτῇ ποιησάμενος ἐπὶ μνήμης μὲν φέρειν πάντα οὐχ ἶός τε ἤμην (οὐδὲ γὰρ ἄν τις ἄφατον ἐκεῖνο πέλαγος τῶν ἐν αὐτῇ ἐγκειμένων ἐπὶ μνἠμης <ἥ> στόματος φέρειν δυνηθείν) πλεῖστα δὲ ὅσα ἐπεσημηνάμην , τά τε τῶν ἡμετέρων ἁγίων πατέρων καὶ ἐπισκόπων τῆς τοῦ ὑγιαίνοντος λόγου διδασκαλίας αὐτῶν δόγματα τάς τε πρὸς τοὺς Ἀρειομανίτας αὐτῶν ἀντιθέσεις καὶ τοὺς κατὰ τῆς ἐκείνων βλασφημίας ἐγγράφους ἐλέγχους, ἡς ἐβλασφήμησαν οἱ μιαροὶ Ἀρειομανῖται κατὰ τοῦ υἱοῦ τοῦ θεοῦ, οὐ μὴν δὲ ἀλλὰ γὰρ καὶ κατὰ τοῦ ἁγίου πνεύματος· τάς τε τῶν Ἀρείου Ἀρείου τῶν φιλοσόφων πρὸς τοὺς ἐπισκόπους 23 vgl. Liik. 12, 10 A2H V1P3 21 2 ἐν τῇ] τῆς H 3 Ῥωμαίου V1P3M2P1 6 καὶ > Μ 2 7 ἐναρέτῳ] ἀρίστη A2 8 καὶ διατυπωθέντα > Α2Η 9 διάγων οἰκία ~ Α2 10 βεμβράναις 23 ν1 10 f γενομένης Μ2Ρ2V1Ρ3 11 f γενομένου ἀρχιεπισκόπου ~ 21 13 περιελθούσης Μ2Ρ1ν1Ρ3 15 Μωμένου ’ 17 ἂν > A2H | τις] εἶς Η 19 δυνήσεται Α2 | δὲ] τε HSS 21 ἀρειανίτας H (aber am Rand γρ. ἀρειομανίτας), Μ2 23 ἀρειανῖται Μ2 24 γὰρ Α2V1 > HM2P1P3 ἀντιρρήσεις, τάς τε τῶν ἡμετέρων πρὸς ἐκείνους διὰ γραφικῶν διδαγμάτων κατὰ τῶν αὐτῶν σοφισμάτων ἐναργεῖς ἐπιλύσεις,