προιὼν δὲ φανερῶς τὸν κατὰ πάντων διωγμὸν ἀνεκίνει ἐν τοῖς τῆς ἀνατολῆς τόποις, ὡς καὶ πολλοὺς τοῦ Χριστοῦ μάρτυρας ἀναδειχθῆναι ἐν διαφόροις τόποις· ἐκ δὴ τούτου εἰς ἀπέχθειαν τὴν πρὸς αὐτὸν μεγίστην τὸν βασιλέα Κωνσταντῖνον ἐκίνησεν. ἦσαν δὲ πρὸς ἀλλήλους πολέμιοι. ταυτα μεν ουτος. Οἱ δὲ λοιποί, ὅσοι τῆς Εὐσεβίου τοῦ Παμφίλου ἀληθείας συνήγοροι, διελόντες, φασίν, ἄμφω τὴν στρατιὰν πατὴρ Κωνσταντῖνος βασιλεὺς κοὶ υἱὸς Κρίσπος βασιλεὺς κατὰ τοῦ ἀσεβοῦς τυράννου ὥρμηντο, ὁ μὲν οὖν υἱὸς Κρίσπος ἐπὶ τὰ κατὰ τὴν Ἀσίαν μέρη τῇ σὺν αὐτῷ στρατιᾷ τὴν πορείαν ποιούμενος, ὁ δὲ πατὴρ Κωνσταντῖνος κατὰ τῆς Εὐρώπης τοῖς ἀμφ’ αὐτὸν δορυφόροις τὴν ὁδὸν διήνυεν. ὁ δὲ μισόθεος καὶ πάσης ἀσεβείας καὶ μιαιφονίας ἔμπλεως 12 vgl. Socr. I 3, 1. 2 p. 7f und I 4, 1 p. 9; s. o. S. 7, 20 — 30 Über das Verhältnis von Licinius und Euseb vgl. auch die Vita Constantini des Cod. A in Philostorgius ed. Bidez p. 180 und XCVI A1H V1P3 M2P1P2 3 πρόεισιν H Eus. πρόσεισιν die übr. HSS 5 σωτηρίαν P2 6 Χριστῷ] χρηστῷ P2 κυρίῳ M2 8 διελθόντες A1H geg. Eus. 10 καὶ tilgt Pasquali 11 πανευφήμου > P2 12 φησὶν > H 15 οὖν > P2 | θεοφιλεῖ A1 βασιλεῖ θεοφιλεῖ H βασιλεῖ d. übrigen HSS 17 κινεῖν] κοινὴν P2 18 λελυθότως M2P1 19 τὸν] τῶν M2 25 φασὶν] κατὰ A1 (Ceriani: φασὶν — sie per compendium 1. m., 2. m. κατὰ), φησὶν HM2P1P2V1P3 | στρατείαν A1 27 υἱὸς > P2 27f σὺν τῇ αὐτῷ ~ M2P1P2V1P3 ἐξ ἀνατολῶν μετὰ πλείστου ὅσου στρατοῦ κατ᾿ αὐτῶν παραταττόμενος καὶ μεγαλαυχῶν ἤρχετο· φθάσας δὲ έν τῇ Νικομηδέων, ἐγνωκώς τε καὶ εἰδὼς τὴν τοῦ θεοφιλοῦς Κωνσταντίνου ψυχὴν σέβουσαν τοὺς τοῦ θεοῦ ἱερεῖς καὶ ὅτι διὰ πάσης ἄγοι τιμῆς, μισθοδοτεῖ τὸν τῆς Νικομηδέων ἐπίσκοπον Εὐσέβιον πάλαι πρόσφυγα αὐτοῦ ὄντα κατὰ τοῦ εὐσεβοῦς βασιλέως Κωνσταντίνου, οἰόμενος δι᾿ αὐτοῦ καὶ τῶν ἀμφ᾿ αὐτὸν ἀνελεῖν τὸν τοῖς τοῦ θεοῦ πεφραγμένον ἀκαταμαχήτοις ὅπλοις Κωνσταντῖνον. συντίθεται οὖν αὐτῷ ὁ θαυμάσιος Εὐσέβιος, ἐπαγγελίαις λιπαρηθεὶς παρὰ τοῦ συνασεβοῦς αὐτοῦ Λικιννίου. Καὶ ὅτι ταῦτα οὕτως ἔχει, ἐξ αὐτῆς τοῦ φιλοχρίστου βασιλέως ἐπιστολῆς ἔνεστι πληροφορηθῆναι, ἡς τοῖς Νικομηδεῦσιν ἐπέστειλεν, ὡδέ πως λέγων πρὸς τῷ τέλει τῆς ἐπιστολῆς· »Τίς ἐστιν ὁ ταῦτα διδάξας οὕτως ἄκακον πλῆθος; Εὐσέβιος >δηλαδὴ ὁ τῆς τυραννικῆς ὠμότητος συμμύστης. ὅτι γὰρ >τοῦ τυράννου γεγένηται προσφύλαξ, πολλαχόθεν ἔστι συνορᾶν. τοῦτο >μὲν αἱ τῶν ἐπισκόπων σφαγαὶ διαμαρτύρονται, ἀλλὰ τῶν >ἐπισκόπων, τοῦτο δὲ ἡ χαλεπωτάτη τῶν Χριστιανῶν ἐκδίωξις >ρήδην βοᾷ.