Εἰσέτι Ἰουστίνου τὴν αὐτοκράτορα διϊθύνοντος Niceph. xvii 3 Malal. 417 Theophan. 168, 171 ἀρχήν, τὸ νῦν μὲν Δυρράχιον, Ἐπίδαμνος δὲ πάλαι, πέπονθεν ὑπὸ κλόνου τῆς γῆς, ὡσαύτως δὲ καὶ Κόρινθος ἐπὶ τῆς Ἑλλάδος κειμένη, εἶτα καὶ Ἀνάζαρβος τὸ τέταρτον αὐτῆς πάθος, ἣ τοῦ δευτέρου τῶν Κιλίκων ἡγεῖται ἔθνους: ἃς ὁ Ἰουστῖνος πολλοῖς ἀνεκτίσατο χρήμασι. Κατὰ τοὺς αὐτοὺς χρόνους καὶ ἡ Ἔδεσσα πόλις τῆς Ὀσροηνῶν μεγίστη τε καὶ εὐδαίμων τοῖς τοῦ παραρρέοντος Σκίρτου χειμάρρου ὕδασι κατεποντώθη, ὥστε καὶ τὰ πολλὰ τῶν οἰκοδομιῶν παρασυρῆναι καὶ πλῆθος ἀναρίθμητον ἀπολέσθαι, οὓς τὸ ὕδωρ λαβὸν ᾤχετο. Μετεκλήθησαν τοίνυν ὑπὸ τοῦ αὐτοῦ Ἰουστίνου ἡ Ἔδεσσα καὶ Ἀνάζαρβος, καὶ τούτων ἑκατέρα τῇ αὐτοῦ προσηγορίᾳ κατεκοσμήθησαν.