Τὸν δέ γε Σευῆρον ὃς τῆς Ἀντιόχου πρόεδρος ἐκεχειροτόνητο, Niceph. xvii 2 καθὰ τὰ φθάσαντα διηγήσαντο, ἐπεὶ τὴν ἐν Καλχηδόνι σύνοδον ἐφ̓ ἑκάστης ἀναθέματι περιβάλλων οὐκ ἐπαύσατο, καὶ μάλιστά γε ἐν ταῖς καλουμέναις ἐνθρονιστικαῖσσυλλαβαῖς, καὶ ταῖς τούτων ἀμοιβαίαις ἃς διεπέμψατο τοῖς ἑκασταχοῦ πατριάρχαις — ἐδέχθησαν δὲ μόνον ἀνὰ τὴν Ἀλεξάνδρου πόλιν πρὸς Ἰωάννου τοῦ μετὰ τὸν πρότερον Ἰωάννην, Διοσκόρου τε αὖ καὶ Τιμοθέου — αἳ καὶ μέχρις ἡμῶν διασώζονται, πολλαί τε ἐντεῦθεν κατὰτῆς ἐκκλησίας ἐπανέστησαν ἔριδες καὶ ὁ πιστότατος διῃρέθη λεώς, κελεύει Ἰουστῖνος τῷ πρώτῳ τῆς αὐτοῦ βασιλείας ἔτει συσχεθέντα τὸν Σευῆρον ποινὰς εἰσπραχθῆναι τῆς γλώσσης διατεμνομένης, ὡς ἐνίοις διατεθρύληται, Εἰρηναίου τὴν πρᾶξιν ἐγχειρισθέντος ὃς ἐφειστήκει τῇ ἑῴᾳ τῶν ἀρχῶν ἀνὰ τὴν Ἀντιόχου. Πιστοῦται δὲ τὰ περὶ τῆς κατ̓ αὐτὸν ἐποχῆς τὸν Εἰρηναῖον ἐγχειρισθῆναι ὁ Σευῆρος πρὸς ἐνίους τῶν Ἀντιοχέων γράφων καὶ τὸν τρόπον τῆς φυγῆς διηγούμενος: ἔνθα μεγίσταις λοιδορίαις τὸν Εἰρηναῖον βάλλει ὡς πᾶσαν αὐτῷ φυλακὴν ἀκριβῆ περιθέντα μὴ διαδράναι τῆς Ἀντιόχου. Εἰσὶ δὲ οἵ φασιν ὡς Βιταλιανὸς τὴν γλῶσσαν ἐξῃτήσατο Mala. 411, 415 Joh. Nikiu c. 90, p. 502 Theophan. 165 Liberat. xix τοῦ Σευήρου, εἰσέ τι παρὰ τῷ Ἰουστίνῳ τὰ πρώτιστα δοκῶν φέρειν, διότι γε εἰς αὐτὸν ὕβριζεν ἐν τοῖς ἑαυτοῦ λόγοις ὁ Σευῆρος. Φεύγει δ̓ οὖν τὸν οἰκεῖον θρόνον ἀνὰ τὸν Γορπιαῖον μῆνα, ὃν Σεπτέμβριον ἡ Ῥωμαίων λέγει φωνή, ἕβδομον καὶ ἑξηκοστὸν καὶ πεντακοσιοστὸν ἔτος χρηματιζούσης τῆς Ἀντιόχου. Καὶ μετ̓ αὐτὸν ἐς τὸν ἑαυτοῦ θρόνον ἄνεισι Παῦλος, κελευσθεὶς τὴν ἐν Καλχηδόνι σύνοδον ἀναφανδὸν κηρύττειν. Παῦλος μὲν οὖν ἐθελούσιος ἀναχωρήσας τῆς Ἀντιόχου, τὴν Conc. viii 523 πάντων στέλλεται πορείαν τὸν βίον διαμετρησάμενος. Εὐφράσιος δὲ μετ̓ αὐτὸν ἐξ Ἱεροσολύμων ἐπὶ τὸν κατ̓ αὐτὸν ἄνεισι θρόνον.