<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2733.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" n="4"><div type="textpart" subtype="chapter" n="23"><p>Ἱστόρηται τῷ αὐτῷ ἀνδρὶ ὡς οἱ τὸν Τάναϊν<note>Niceph. xvii 13 Procop. ii
                            474</note> οἰκοῦντες — Τάναϊν δὲ καλοῦσιν οἱ ἐπιχώριοι τὴν ἐκ τῆς λίμνης
                        τῆς Μαιώτιδος ἐκβολὴν ἄχρις ἐς τὸν Εὔξεινον Πόντον — Ἰουστινιανὸν δυσωποῦσιν
                        ἐπίσκοπον σφίσιν ἐκπέμψαι, ἐπιτελῆ τε τὴν δέησιν Ἰουστινιανὸν ἀπεργάσασθαι
                            <pb n="171"/> καὶ ἱερέα αὐτοῖς ἥδιστα πέμψαι. Ἀναγράφει δὲ μάλα λογίως ὁ
                        αὐτὸς ὑπὸ τοῖς Ἰουστινιανοῦ χρόνοις Γότθων τῶν ἀπὸ τῆς Μαιώτιδος ἐκδρομὰς
                        κατὰ τῆς <note>Procop. ii 477</note> Ῥωμαίων γῆς, σεισμούς τε ἐξαισίους ἀνὰ
                        τὴν Ἑλλάδα <note>Ibid. 594</note> γενέσθαι, τήν τε Βοιωτίαν καὶ Ἀχαΐαν καὶ
                        τὰ περὶ κόλπον τὸν Κρισαῖον κατασεισθῆναι, καὶ χωρία ἀνάριθμα καὶ πόλεις ἐς
                        ἔδαφος ἐνεχθῆναι, καὶ χάη τῆς γῆς πολλαχόσε γενέσθαι, καὶ ἐνιαχῆ μὲν αὖθις
                        ἐς ταὐτὸν συνελθεῖν, εἶναι δὲ οὗ μεμενήκασι. </p></div></div></div></body></text></TEI>