Ὁ αὐτὸς ἱστορεῖ Ἀβασγοὺς ἐπὶ τὸ ἡμερώτερον Niceph. xvii 13 Procop. ii 472 μεταστάντας ὑπὸ τοῖς αὐτοῖς χρόνοις τὰ Χριστιανῶν ἑλέσθαι δόγματα, βασιλέα τε Ἰουστινιανὸν τῶν τινα ἐκτῆς αὐλῆς εὐνούχων, Ἀβασγὸν δὲ τὸ γένος, Εὐφρατᾶν ὄνομα, πέμψαι παῤ αὐτοὺς ἀπαγορεύοντα μηδένα τὸ λοιπὸν ἐν τούτῳ τῷ ἔθνει περὶ τὴν ἀρρενωπίαν ἀποψιλοῦσθαι σιδήρῳ βιαζομένης τῆς φύσεως. Ἐξ αὐτῶν γὰρ τὰ πολλὰ οἱ τοῖς βασιλικοῖς ἐξυπηρετούμενοι κοιτῶσικαθεστήκεσαν, οὓς εὐνούχους ἡ συνήθεια καλεῖ. Ὅτε καὶ Ἰουστινιανὸς ἱερὸν τῆς θεοτόκου ἐν Ἀβασγοῖς οἰκοδομησάμενος ἱερέας αὐτοῖς κατεστήσατο. Ὅθεν ἐς τὸ ἀκριβέστατον τὰ Χριστιανῶν ἐξέμαθον δόγματα.