Ὅσα δὲ καὶ κατὰ τὴν Ἰταλίαν γέγονεν ἔρχομαι Niceph. xvii 13 λέξων, καὶ τούτων εὖ μάλα σαφῶς Προκοπίῳ τῷ ῥήτορι πεπονημένων μέχρι τῶν αὐτοῦ χρόνων. Ἐπειδὴ δὲ Θευδέριχος, Procop. ii 12 ὥς μοι προαφήγηται, Ῥώμην εἷλεν Ὀδόακρον τὸν ταύτης τύραννον παντάπασι καταπολεμήσας, καὶ τῆς Ῥωμαίων ἐξηγησάμενος ἀρχῆς τὸν βίον διεμετρήσατο, Ἀμαλασοῦνθα ἡ τούτῳ συνοικήσασα τοῦ κοινοῦ παιδὸς Ἀταλαρίχου τὴν ἐπιτροπὴν μετῄει καὶ τὴν βασιλείαν διεκυβέρνα, μᾶλλον πρὸς τὸ ἀρρενωπὸν ἀποκλίνασα καὶ τῇδε τῶν πραγμάτων προνοοῦσα. Ἣ πρώτη πρὸς τὴν ἔφεσιν τοῦ Γοτθικοῦ πολέμου Ἰουστινιανὸν ἐνῆγε πέμψασα Ibid. 15-25 πρὸς αὐτὸν πρέσβεις, ἐπιβουλῆς κατ̓ αὐτῆς ἐξαρτυθείσης. Καὶ Ἀταλαρίχου τοίνυν ἐξ ἀνθρώπων γενομένου ἔτι κομιδῆ μικρὰν τὴν ἡλικίαν ἄγοντος, Θευδάτος προσγενὴς Θευδερίχου τὴν τῶν ἑσπερίων πραγμάτων ἀρχὴν περιτίθεται. Ὃς ἐπειδὴ Βελισάριον Ἰουστινιανὸς ἀνὰ τὰ ἑσπέρια πέπομφε μέρη, τῆς ἀρχῆς ἐξίσταται, μᾶλλον περὶ λόγους ἐσχολακὼς καὶ πολέμων ἥκιστα πεῖραν ἔχων, Οὐιττίγιδος ἀνδρὸς πολεμικωτάτου τῶν Ibid. 58 ἑσπερίων ἐξηγησαμένου δυνάμεων. Ἐκ τῶν συγκειμένων τῷ αὐτῷ Προκοπίῳ ἔστιν ἑλεῖν ὡς Βελισαρίου προσσχόντος τῇ Ἰταλῶν γῇ, Οὐίττιγις μὲν τὴν Ῥώμην καταλέλοιπε, Βελισάριος δὲ σὺν τῷ ἀμφ̓ αὐτὸν στρατῷ τῇ Ῥώμῃ προσεπέλασεν: ὃν ἥδιστα Ῥωμαῖοι Ibid. 74 τὰς πύλας ἀναπετάσαντες ἐσεδέξαντο, Σιλβερίου μάλιστα τοῦ ταύτης ἀρχιερέως τοῦτο καταπραξαμένου στείλαντός τε ἐπὶ τούτῳ Φιδέλιον Ἀταλαρίχου πάρεδρον γενόμενον: ᾧτινι καὶ ἀμαχητὶ τὴν πόλιν παρέδοσαν. Καὶ γέγονεν ὑπὸ Ῥωμαίους αὖθις ἡ Ῥώμη ἑξήκοντα ἔτεσιν ὕστερον, ἐνάτῃ Ἀπελλαίου, πρὸς δὲ Ῥωμαίων προσαγορευομένου Δεκεμβρίου μηνός, ἑνδέκατον ἔτος 31 Ἰουστινιανοῦ βασιλέως τὴν αὐτοκράτορα διέποντος ἀρχήν. Ὁ αὐτὸς ἀναγράφεται Προκόπιος, ὡς τῶν Γότθων τὴν Ibid. 121 Ῥώμην πολιορκούντων Βελισάριος ὑποψίαν προδοσίας ἐς Σιλβέριον τὸν τῆς πόλεως ἀρχιερέα ἐσχηκώς, τοῦτον μὲν ἐς Ἑλλάδα μετοικίζει, ἀρχιερέα δὲ Βιγίλιον κατεστήσατο.