<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2733.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" n="4"><div type="textpart" subtype="chapter" n="17"><p>Τῷ αὐτῷ καὶ τάδε γέγραπται: Ἐπειδή, φησίν, <note>Niceph. xvii 12 Procop. i
                            445</note>
                        <milestone unit="altpage" n="399"/> ὁ Βελισάριος τοὺς Βανδίλους
                        καταπολεμήσας ἐς Βυζάντιον ἧκε, τά τε λάφυρα τά τε τοῦ πολέμου ἀνδράποδα
                        περιαγόμενος αὐτόν τε τὸν Γελίμερα τῶν Βανδίλων ἡγούμενον, θριάμβου δοθέντος
                        αὐτῷ, κατὰ τὸν ἱππόδρομον ἤγαγε πάντα θαύματος ἄξια. Ἐν οἶς κειμηλίων
                        πάμπολύ τι χρῆμα καθειστήκει, ἅτε Γιζερίχου τὸ ἐν Ῥώμῃ σεσυληκότος παλάτιον,
                        ἅπερ ἔμπροσθέν μοι δεδιήγηται, ἡνίκα Εὐδοξία ἡ Βαλεντινιανοῦ γυνὴ τῶν
                        ἑσπερίων ἄρξαντος Ῥωμαίων, ὑπὸ Μαξίμου τόν τε ἄνδρα ἀποβαλοῦσα καὶ ἐς τὴν
                        σωφροσύνην ὑβρισθεῖσα, τὸν Γιζέριχον μετεπέμψατο προδώσειν τὴν πόλιν
                        ὑποσχομένη: ὅτε καὶ τὴν Ῥώμην ἐμπρήσας τὴν Εὐδοξίαν ἅμα ταῖς θυγατράσι κατὰ
                        τὰ Βανδίλων ἤγαγεν ἤθη. Τότε σεσυλήκει σὺν τοῖς ἄλλοις κειμηλίοις ὅσα ὁ
                        Οὐεσπασιανοῦ παῖς Τίτος τὰ Ἱεροσόλυμα ἀνδραποδίσας ἐς Ῥώμην ἤγαγεν,
                        ἀναθήματα Σολομῶνος τυγχάνοντα τὸν θεὸν ἐξοσιουμένου. Ἅπερ Ἰουστινιανὸς πρὸς
                        τιμῆς Χριστοῦ τοῦ θεοῦ ἡμῶν αὖθις ἐς Ἱεροσόλυμα πέπομφε, <pb n="168"/> τὸ
                        θεῖον ὡς πρέπον γεραίρων, ὥσπερ καὶ πρότερον ἀνετέθησαν. Τότε φησὶ τὸν
                        Γελίμερα ὁ Προκόπιος ἐπὶ γῆς ἐρριμμένον ἀνὰ τὸν ἱππόδρομον ἀντικρὺ τῆς
                        βασιλέως ἕδρας, ἔνθα καθῆστο τὰ δρώμενα θεώμενος Ἰουστινιανός, <note>Eccles.
                            i 2</note> ἐπειπεῖν τὸ θεῖον λόγιον τῇ σφετέρᾳ γλώσσῃ:
                        Ματαιότησματαιοτήτων, τὰ πάντα ματαιότης. </p></div></div></div></body></text></TEI>