<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2733.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" n="4"><div type="textpart" subtype="chapter" n="16"><p>Ὁ αὐτὸς ἀναγράφει ὡς Ἰουστινιανὸς φειδοῖ τῶν <note>Niceph. xvii 12 Procop. i
                            353-356</note> κακῶς αὐτόσε πασχόντων Χριστιανῶν στρατείαν ἐπαγγείλας,
                        ὑποθήκαις Ἰωάννου ὑπάρχου τῆς αὐλῆς καθεστῶτος τῆς προθέσεως ἀνεστέλλετο,
                        ὄναρ τε αὐτῷ φανὲν διακελεύεσθαι μὴ πρὸς τὴν ἔφοδον ἀποκνῆσαι: Χριστιανοῖς
                            <milestone unit="altpage" n="398"/> γὰρ ἀμύνων τὰ Βανδίλων διαφθερεῖ
                        πράγματα.Ἐντεῦθεν φρονηματισθεὶς ἕβδομον τῆς βασιλείας ἀνύων <note>Ibid.
                            362</note> ἔτος στέλλει Βελισάριον ἐς τὸν Καρχηδόνος πόλεμον ἀμφὶ
                        θερινὰς τροπάς, τῆς στρατηγίδος νεὼς προσσχούσης ἐς τὴν ἀκτὴν ἣ πρὸ τῶν
                        βασιλείων ἐστίν, Ἐπιφανίου τοῦτῆς πόλεως ἐπισκόπου εὐξαμένου τε τὰ εἰκότα,
                        τινάς τε τῶν στρατιωτῶν ἄρτι βαπτίσαντος καὶ ἐς τὴν στρατηγίδα ναῦν
                        ἐσβιβάσαντος. Ἀνήνεκται δὲ αὐτῷ καὶ τὰ κατὰ Κυπριανὸν τὸν μάρτυρα ἱστορίας
                        ἄξια, καί φησι πρὸς λέξιν ὧδε:<note>Ibid. 397</note>
                        <q>Κυπριανόν, ἅγιον ἄνδρα, μάλιστα πάντων Καρχηδόνιοι σέβονται. Καὶ αὐτῷ
                            νεών τινα λόγου πολλοῦ ἄξιον πρὸ τῆς πόλεως ἱδρυσάμενοι παρὰ τὴν τῆς
                            θαλάσσης ᾐόνα, τά τε ἄλλα ἐξοσιοῦνται καὶ ἄγουσιν ἐνιαύσιον ἑορτήν, ἣν
                            δὴ Κυπριανὰ καλοῦσι, καὶ ἀπ̓ αὐτοῦ τὸνχειμῶνα οἱ ναῦται οὗπερ ἐγὼ ἀρτίως
                            ἐμνήσθην ὁμωνύμως τῇ πανηγύρει προσαγορεύειν εἰώθασι, ἐπεὶ εἰς τὸν
                            καιρὸν ἐπισκήπτειν φιλεῖ ἐφ̓ οὗ ταύτην οἱ Λίβυες ἄγειν ἐς ἀεὶ τὴν ἑορτὴν
                            νενομίκασι. Τοῦτον οἱ Βανδίλοι τὸν νεών, Ὀνωρίχου βασιλεύοντος, τοὺς
                            Χριστιανοὺς βιασάμενοιἀφείλοντο, ἐνθένδε σὺν πολλῇ ἀτιμίᾳ τοὺς ἱερέας
                            ἐξελάσαντες, καὶ τὸ λοιπὸν ἅτε προσήκοντα Ἀρειανοῖς ἐπανώρθουν.
                            Ἀσχάλλουσι δὲ διὰ ταῦτα καὶ διαπονουμένοις <pb n="167"/> τοῖς Λίβυσι
                            πολλάκις φασὶ τὸν Κυπριανὸν ὄναρ ἐπισκήψαντα φάναι ἀμφ̓ αὐτῷ μεριμνᾶν
                            τοὺς Χριστιανοὺς ἥκιστα χρῆναι: αὐτὸν γάρ οἱ προϊόντος τοῦ χρόνου
                            τιμωρὸν ἔσεσθαι.</q> Καὶ καταντῆσαι τὴν πρόρρησιν εἰς τοὺς Βελισαρίου
                        χρόνους, Καρχηδόνος ὑπὸ Βελισαρίῳ στρατηγῷ Ῥωμαίων κατηκόου γενομένης, μετὰ
                        πέμπτον καὶ ἐνενηκοστὸν ἔτος τῆς ἀφαιρέσεως, Βανδίλων τε παντάπασιν
                        ἐκπολεμηθέντων, καὶ τῆς Ἀρειανῶν δόξης τέλεον ἐκ τῆς Λιβύων γῆς
                        ἀπεληλαμένης, Χριστιανῶν τε τοὺς οἰκείους νηοὺς ἀπειληφότων ἀνὰ τὴν
                        Κυπριανοῦ τοῦ μάρτυρος πρόρρησιν. </p></div></div></div></body></text></TEI>