<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2733.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" n="4"><div type="textpart" subtype="chapter" n="14"><p>Τῷ αὐτῷ τὰ κατὰ Βανδίλους γράφοντι μέγιστα <note>Niceph. xvii 11 Procop. i
                            344</note> τέθειται καὶ μνήμης ἐς ἀεὶ διασωζομένης ἄξια, ἃ λέξων
                        ἔρχομαι. Ὀνώριχος τὴν βασιλείαν ἐκ Γιζερίχου διαδεξάμενος, τά τε ἀρείου
                        θρησκεύων, ὠμότατα διετίθετο ἀμφὶ τοὺς <milestone unit="altpage" n="396"/>
                        ἐν Λιβύῃ Χριστιανοὺς τοὺς τὰ ὀρθὰ πρεσβεύοντας δόγματα, βιαζόμενος εἰς τὴν
                        Ἀρειανῶν μετατίθεσθαι δόξαν: καὶ τούς τε μὴ ὑπείκοντας πυρί τε καὶ μυρίαις
                        θανάτων ἰδέαις ἔφθειρεν, ἐνίους δὲ τὰς γλώσσας ἀφείλετο. Τούτους καὶ τῇ θέᾳ
                        παραλαβεῖν ὁ Προκόπιος ἔφη πρὸς τὴν βασιλέως γενομένους πόλιν αὐτόσε
                        διαδράντας, ἐντυχεῖν τε αὐτοῖς ἴσα τοῖς μηδὲν πεπονθόσι φθεγγομένοις: καὶ
                        τὰς μὲν γλώσσας ἐξ αὐτοῦ τοῦ πυθμένος ἀνακεκάρθαι, τὴν δὲ φωνὴν αὐτοῖς
                        ἔναρθρον εἶναι καὶ εὔσημα διαλέγεσθαι, <pb n="164"/> θαῦμα καινόν τε καὶ
                        παράδοξον: ὧν καὶ <note>Cod. i 27,1,1</note> Ἰουστίνου διάταξις μνημονεύει.
                        Ἐξ ὧν καὶ δύο παρωλισθησάτην, <note>Procop. i 345</note> ὡς ὁ αὐτὸς
                        ἀναγράφει Προκόπιος. Ἐπειδὴ γὰρ γυναιξὶν ὁμιλεῖν ἐβουληθήτην, τὴν φωνὴν
                        ἀφῃρέθησαν, τοῦ μαρτυρίου τῆς χάριτος αὐτοῖν μηκέτι παραμεινάσης.</p></div></div></div></body></text></TEI>