Τῷ αὐτῷ τὰ κατὰ Βανδίλους γράφοντι μέγιστα Niceph. xvii 11 Procop. i 344 τέθειται καὶ μνήμης ἐς ἀεὶ διασωζομένης ἄξια, ἃ λέξων ἔρχομαι. Ὀνώριχος τὴν βασιλείαν ἐκ Γιζερίχου διαδεξάμενος, τά τε ἀρείου θρησκεύων, ὠμότατα διετίθετο ἀμφὶ τοὺς ἐν Λιβύῃ Χριστιανοὺς τοὺς τὰ ὀρθὰ πρεσβεύοντας δόγματα, βιαζόμενος εἰς τὴν Ἀρειανῶν μετατίθεσθαι δόξαν: καὶ τούς τε μὴ ὑπείκοντας πυρί τε καὶ μυρίαις θανάτων ἰδέαις ἔφθειρεν, ἐνίους δὲ τὰς γλώσσας ἀφείλετο. Τούτους καὶ τῇ θέᾳ παραλαβεῖν ὁ Προκόπιος ἔφη πρὸς τὴν βασιλέως γενομένους πόλιν αὐτόσε διαδράντας, ἐντυχεῖν τε αὐτοῖς ἴσα τοῖς μηδὲν πεπονθόσι φθεγγομένοις: καὶ τὰς μὲν γλώσσας ἐξ αὐτοῦ τοῦ πυθμένος ἀνακεκάρθαι, τὴν δὲ φωνὴν αὐτοῖς ἔναρθρον εἶναι καὶ εὔσημα διαλέγεσθαι, θαῦμα καινόν τε καὶ παράδοξον: ὧν καὶ Cod. i 27,1,1 Ἰουστίνου διάταξις μνημονεύει. Ἐξ ὧν καὶ δύο παρωλισθησάτην, Procop. i 345 ὡς ὁ αὐτὸς ἀναγράφει Προκόπιος. Ἐπειδὴ γὰρ γυναιξὶν ὁμιλεῖν ἐβουληθήτην, τὴν φωνὴν ἀφῃρέθησαν, τοῦ μαρτυρίου τῆς χάριτος αὐτοῖν μηκέτι παραμεινάσης.