Περιπαθῶς διέξεισι καὶ τὴν τοῦ λελεγμένου μοι Niceph. xvii 10 Procop. 89 — 97 Ἀλαμουνδάρου καὶ Ἀζαρέθου κατὰ τῆς Ῥωμαίων γῆς ἔφοδον, ὅπως τε τούτοις τὴν ἄφοδον ἐπὶ τὰ σφέτερα ποιουμένοις, πρὸς βίας τοῦ οἰκείου στρατοῦ ἐπὶ ταῖς ᾐόσι τοῦ Εὐφράτου Βελισάριος συνεπλάκη ἐπικειμένης τῆς πασχαλίας ἡμέρας, καὶ ὅπως ὁ Ῥωμαίων διεφθάρη στρατὸς τῶν Βελισαρίου βουλευμάτων οὐκ ἀνασχόμενος, ὅπως τε Ῥουφῖνος καὶ Ἑρμογένης τὴν καλουμένην ἀπέραντον Procop. i 113 εἰρήνην πρὸς Πέρσας διέθηκαν. Οἷς ἐπάγει τὴν ἀνὰ τὸ Βυζάντιον γενομένην τῶν δημοτῶν στάσιν, ᾗ προσηγορίαν τὸ σύνθεμα τῶν δήμων Ibid. 119 — 129 δέδωκε: τὸ Νίκα γὰρ ἐπίκλησιν καλοῦσι, τοῦτο τῶν δήμων ἀλλήλοις συναφθέντων σύνθεμα δόντων τῆς εἰς ἀλλήλους γνώσεως. Καθ̓ ἣν Ὑπάτιός τε καὶ Πομπήϊος ἐβιασθήτην μὲν ὑπὸ τῶν δήμων πρὸς τὴν τυραννίδα, ἑκατέρω δὲ πρὸς τῶν στρατιωτῶν κελεύσμασιν Ἰουστινιανοῦ τὴν κεφαλὴν ἀποθεμένω κατεποντωθήτην, τῶν δήμων ἑσσηθέντων: ὅτε καὶ τριάκοντα χιλιάδας ἐν τῷ πόνῳ τούτῳ φησὶν ὁ Προκόπιος ἀνθρώπων ἀπολέσθαι.