<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2733.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" n="4"><div type="textpart" subtype="chapter" n="12"><p>Γέγραπται δὲ Προκοπίῳ τῷ ῥήτορι τὰ κατὰ <note>Niceph. xvii 10 Procop. i 51 —
                            55</note> Βελισάριον συγγράφοντι, ὡς Καβάδης ὁ Περσῶν βασιλεὺς Χοσρόῃ τῷ
                        παιδὶ νεωτέρῳ τῶν ἄλλων υἱῶν ὄντι περιθεῖναιτὴν βασιλείαν βουληθείς, ἅμα
                        Χοσρόῃ βουλεύει ὥστε τῷ βασιλεῖ Ῥωμαίων εἰς θετὸν υἱὸν ἐπιδοῦναι τὸν
                            <milestone unit="altpage" n="395"/> Χοσρόην, ἵνα ἐντεῦθεν ἀσφαλέστατα
                            <add>τὰ</add> τῆς ἀρχῆς αὐτῷ διατεθείη. Ἐπειδὴ τοίνυν τούτων διήμαρτον
                        εἰσηγήσει Πρόκλου, ὃς παρεδρεύων Ἰουστινιανῷ κυαίστωρκαθειστήκει, ἐπὶ μείζω
                        τὴν πρὸς Ῥωμαίους ἔχθραν ἐξήγαγον. <note>Ibid. 61 — 74</note> Φιλοπονώτατα
                        τοιγαροῦν κομψῶς τε καὶ λογίως ἐκτέθειται τῷ αὐτῶ Προκοπίῳ ἃ δὴ πέπρακται
                        ὑπὸ Βελισαρίῳ στρατηγοῦντι τῶν ἑῴων δυνάμεων Ῥωμαίοις τε καὶΠέρσαις πρὸς
                        ἀλλήλους πολεμοῦσι. Πρώτην μὲν οὖν νίκην ἀναγράφει Ῥωμαίων περὶ τὰ χωρία
                        Δάρας τε καὶ Νισίβεως, Βελισαρίου Ἑρμογένους τε αὖ τὰ Ῥωμαίων <note>Ibid. 74
                            s#3.</note> στρατόπεδα διακοσμούντων. Οἷς ἐπισυνάπτει καὶ ὅσα κατὰ τὴν
                        Ἀρμενίων γέγονε χώραν, οἷά τε κατὰ τὴν<note>Ibid. 88</note> Ῥωμαίων
                        εἰργάσατο γῆν Ἀλαμούνδαρος τῶν Σκηνιτῶν βαρβάρων ἡγούμενος: ὃς καὶ
                        Τιμόστρατον τὸν Ῥουφίνου ἀδελφὸν σὺν τοῖς ἀμφ̓ αὐτὸν στρατιώταις ἐζώγρησε,
                        καὶ χρημάτων ὕστερον μεγάλων ἀπέδοτο. </p></div></div></div></body></text></TEI>