Σώζονται τοίνυν ἐπιστολαὶ Σευήρου πρός τε Ἰουστινιανὸν πρός τε Θεοδώραν: δἰ ὧν ἔστι λαβεῖν ὡς 31 κατ̓ ἀρχὰς τὴν πρὸς τὴν βασίλειον ὁδὸν διανεβάλετο μεθ̓ ὃ τὸν Ἀντιοχείας καταλέλοιπε θρόνον: ὕστερον μέντοι κατείληφε ταύτην. Καὶ γέγραφεν ὡς ἐπειδὴ πρὸς τὴν βασιλέως ἐγεγόνει ἐνέτυχέ τε τῷ Ἀνθίμῳ καὶ τῆς Joh. Ephes. i 42 παραπλησίας οἱ δόξης εὕρηκε αὐτὸν καὶ τῆς εἰς τὸν θεὸν νομίσεως, πέπεικε τῆς καθέδρας ἐκστῆναι. Γέγραπται δὲ αὐτῷ τὰ περὶ τούτων πρὸς Θεοδόσιον τὸν τὴν Ἀλεξανδρέων ἐπισκοποῦντα πόλιν: ἐν οἶς καὶ μεγαλαυχεῖ ὡς τὸν αὐτὸν Ἄνθιμον πέπεικεν, ὡς εἴρηται, τῆς ἐπὶ γῆς δόξης καὶ τῆς οἰκείας καθέδρας τὰ τοιαῦτα προκρῖναι δόγματα. Φέρονται δὲ καὶ Ἀνθίμου πρὸς Θεοδόσιον ἐπιστολαὶ περὶ τούτων, Θεοδοσίου τε αὖ πρὸς Σευῆρον καὶ Ἄνθιμον, ἃς παρίημι καταλιμπάνων τοῖς ἐντυγχάνειν ταύταις βουλομένοις, ἵνα μὴ πλῆθος ἄπειρον ἐπεισκυκλήσω τῷ παρόντι πόνῳ. Ὅμως δ̓ οὖν ὡς ἀντικρὺ τῶν βασιλέως κελευσμάτων ἰόντες καὶ μὴ δεχόμενοι τὰ ἐν Καλχηδόνι συντεθειμένα, ἄμφω τῶν οἰκείων ἐξηλαθέτην θρόνων, καὶ τὸν μὲν Ἀλεξανδρείας Ζωΐλος διαδέχεται, τὸν δὲ τῆς βασιλείας Ἐπιφάνιος: ὡς ἐν ἁπάσαις λοιπὸν ταῖς ἐκκλησίαις ἀναφανδὸν κηρύττεσθαι τὴν ἐν Καλχηδόνι σύνοδον, καὶ 21 μηδένα τολμᾶν ταύτην ἀναθέματι περιβάλλειν, τοὺς δὲ μὴ ταῦτα οὕτως ἔχοντας διὰ μυρίων συνελαύνεσθαι τρόπων πρὸς τὴν τοιαύτην ἰέναι συγκατάθεσιν. Γέγραπται δ̓ οὖν Ἰουστινιανῷ νομοθεσία ἐν ᾗ τὸν Conc. viii 1150 Joh. Nikiu c. 90, p. 514 Σευῆρον καὶ Ἄνθιμον σὺν ἑτέροις ἀνατεθεμάτικεν, ποιναῖς τε μεγίσταις ὑποτέθεικε τοὺς τὰ ἐκείνων πρεσβεύοντας δόγματα: ὡς ἐξ ἐκείνου περὶ μὲν τὰς ἑκασταχῆ διακειμένας ἐκκλησίας οὐδὲν ἔτι διερρωγὸς μεῖναι, ἀλλὰ τούς τε ἑκάστης διοικήσεως πατριάρχας ἀλλήλοις συμβαίνειν, τούς τε τῶν πόλεων ἐπισκόπους τοῖς ἰδίοις ἐξάρχοις ἕπεσθαι: καὶ τέσσαρας συνόδους ἐπὶ τῶν ἐκκλησιῶν κηρύττεσθαι, πρώτην μὲν τὴν ἐν Νικαίᾳ, εἶτα τὴν ἐν Κωνσταντινουπόλει, τρίτην τὴν ἐν Ἐφέσῳ τὸ πρότερον, τετάρτην τὴν ἐν Καλχηδόνι. Γέγονε δὲ καὶ πέμπτη σύνοδος κατὰ κέλευσιν Ἰουστινιανοῦ, περὶ ἧς τὰ πρόσφορα ἐν τοῖς προσφόροις ἐρῶ καιροῖς, τέως τῶν ἀνὰμέρος πραχθέντων ὑπὸ τοῖς αὐτοῦ χρόνοις λόγου τε ἀξίων καθεστώτων τῇ παρούσῃ συνυφαινομένων ἱστορίᾳ.