<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2733.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" n="4"><div type="textpart" subtype="chapter" n="10"><p>Ἰουστινιανὸς μὲν οὖν τῶν ἐν Καλχηδόνι συνεληλυθότων <note>Niceph. xvii
                            7</note> καὶ τῶν παῤ αὐτῶν ἐκτεθειμένων μάλα γεννικῶς ἀντείχετο, Θεοδώρα
                        δὲ ἡ τούτου σύνοικος, τῶν μίαν φύσινλεγόντων: εἴτε καὶ τῶν ἀληθῶς οὕτως
                        ἐχόντων — ἡνίκα γὰρ ὁ περὶ πίστεως πρόκειται λόγος, πατέρες τε πρὸς παῖδας,
                        παῖδές τε αὖ πρὸς τοὺς φύντας διΐστανται, γυνή τε πρὸς τὸν ἴδιον γαμέτην,
                        ἀνήρ τε αὖ πάλιν πρὸς τὴν ἰδίαν γαμετήν — , εἴτε καὶ κατά τινα συγκείμενοι
                        οἰκονομίανἵν̓ ὁ μὲν τῶν λεγόντων δύο φύσεις ἐπὶ Χριστοῦ τοῦ θεοῦ ἡμῶν μετὰ
                        τὴν ἕνωσιν ἀντέχηται, ἡ δὲ τῶν πρεσβευόντων μίαν φύσιν. Ὅμως δ̓ οὖν ἀλλήλοις
                        οὐκ ἐνεδίδοσαν: ἀλλ̓ ὁ μὲν τῶν ἐν Χαλχηδόνι συντεθειμένων μάλα σπουδαίως
                        ἀντελαμβάνετο, ἡ δὲ μετὰ τῶν ἀπ̓ ἐναντίασἰοῦσα τῶν λεγόντων μίαν φύσιν
                        παντοίως προενόει, καὶ τούς γε ἡμεδαποὺς περιέθαλπεν καὶ τοὺς ἀλλοδαποὺς
                            <note>Niceph. xvii 8</note> μεγάλοις χρήμασιν ἐδεξιοῦτο. Ἣ καὶ πείθει
                        τὸν Ἰουστινιανὸν μετάπεμπτον Σευῆρον ποιήσασθαι. </p></div></div></div></body></text></TEI>