Ἰουστινιανὸς μὲν οὖν τῶν ἐν Καλχηδόνι συνεληλυθότων Niceph. xvii 7 καὶ τῶν παῤ αὐτῶν ἐκτεθειμένων μάλα γεννικῶς ἀντείχετο, Θεοδώρα δὲ ἡ τούτου σύνοικος, τῶν μίαν φύσινλεγόντων: εἴτε καὶ τῶν ἀληθῶς οὕτως ἐχόντων — ἡνίκα γὰρ ὁ περὶ πίστεως πρόκειται λόγος, πατέρες τε πρὸς παῖδας, παῖδές τε αὖ πρὸς τοὺς φύντας διΐστανται, γυνή τε πρὸς τὸν ἴδιον γαμέτην, ἀνήρ τε αὖ πάλιν πρὸς τὴν ἰδίαν γαμετήν — , εἴτε καὶ κατά τινα συγκείμενοι οἰκονομίανἵν̓ ὁ μὲν τῶν λεγόντων δύο φύσεις ἐπὶ Χριστοῦ τοῦ θεοῦ ἡμῶν μετὰ τὴν ἕνωσιν ἀντέχηται, ἡ δὲ τῶν πρεσβευόντων μίαν φύσιν. Ὅμως δ̓ οὖν ἀλλήλοις οὐκ ἐνεδίδοσαν: ἀλλ̓ ὁ μὲν τῶν ἐν Χαλχηδόνι συντεθειμένων μάλα σπουδαίως ἀντελαμβάνετο, ἡ δὲ μετὰ τῶν ἀπ̓ ἐναντίασἰοῦσα τῶν λεγόντων μίαν φύσιν παντοίως προενόει, καὶ τούς γε ἡμεδαποὺς περιέθαλπεν καὶ τοὺς ἀλλοδαποὺς Niceph. xvii 8 μεγάλοις χρήμασιν ἐδεξιοῦτο. Ἣ καὶ πείθει τὸν Ἰουστινιανὸν μετάπεμπτον Σευῆρον ποιήσασθαι.