<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2733.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" n="3"><div type="textpart" subtype="chapter" n="9"><p>Οἱ δὲ τῆς Ἀσίας ἐπίσκοποι τὸν Ἀκάκιον ἡμερούμενοι <note>Niceph. xvi 9
                            Zacharias v 5</note> παρῃτοῦντο καὶ συγγνώμην ᾔτουν, βιβλία μετανοίας
                        διαπεμπόμενοι δἰ ὧν ἔφασκον πρὸς ἀνάγκης τοῖς ἐγκυκλίοις,οὐ μὴν ἑκουσίως
                        ὑποσημήνασθαι, καὶ διωμνύοντο ἦ μὴν οὕτως ἔχειν καὶ μὴ ἑτέρως, ἦ κατὰ τὴν ἐν
                        Καλχηδόνι σύνοδον πεπιστευκέναι τε καὶ πιστεύειν. Ἡ δὲ τῶν γραμμάτων δύναμίς
                        ἐστιν ἐν τούτοις: <q>Ἐπιστολὴ ἤτοι δέησις ἀποσταλεῖσα Ἀκακίῳ
                            ἐπισκόπῳΚωνσταντινουπόλεως παρὰ τῶν τῆς Ἀσίας ἐπισκόπων. Ἀκακίῳ τῷ
                            ἁγιωτάτῳ καὶ ὁσιωτάτῳ πατριάρχῃ τῆς κατὰ τὴν βασιλεύουσαν
                            Κωνσταντινούπολιν νέαν Ῥώμην ἁγιωτάτης ἐκκλησίας.</q> Καὶ μεθ̓ ἕτερα:
                            <q>Ἔφθασεν ἐφ̓ἡμᾶς πρεπόντως ποιῶν ὁ καὶ τὸν ὑμέτερον ἀναπληρώσων
                            τόπον.</q> Καὶ μετ̓ ὀλίγα: <q>Διὰ τῶνδε τῶν λιβέλλων γνωρίζομεν
                            ὑπογεγραφηκέναι οὐ κατὰ πρόθεσιν ἀλλ̓ ἐξ ἀνάγκης, γράμμασιν καὶ ῥήμασιν
                            ἀλλ̓ οὐ καρδίᾳ συνθέμενοι τούτοις. Ταῖς γὰρ ὑμῶν εὐπροσδέκτοις
                            πρεσβείαις,σὺν ἐπινεύσει τοῦ κρείττονος, ὡς παρειλήφαμεν παρὰ τῶν τῆς
                            οἰκουμένης φωστήρων τριακοσίων δέκα ὀκτὼ καὶ τῶν <pb n="109"/> ἑκατὸν
                            πεντήκοντα ἁγίων πατέρων, πιστεύομεν, πρὸς τούτοις δὲ καὶ τοῖς
                                <milestone unit="altpage" n="343"/> ἐν Καλχηδόνι εὐσεβῶς καὶ ὀρθῶς
                            τυπωθεῖσι παρὰ τῶν καὶ ἐν αὐτῇ συναχθέντων θείων πατέρων.</q> Εἴτε οὖν
                        Ζαχαρίας ὁ ῥήτωρ ἐσυκοφάντησεν τούτους, εἴτε αὐτοὶ διεψεύσαντο φήσαντες ὡς
                        οὐκ ἐβούλοντο ὑπογράψαι, λέγειν οὐκ ἔχω. </p></div></div></div></body></text></TEI>