<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2733.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" n="3"><div type="textpart" subtype="chapter" n="8"><p>Ζήνων δὲ παροτρύνουσαν ὥς φασι θεασάμενος τὴν <note>Niceph. xvi 8 Malal. 380
                            Joh. Nikiu c. 88, p. 479 Theod. Lect. i 35, 36 Theophan. 124 —
                        5</note>ἁγίαν καὶ πολύαθλον πρωτομάρτυρα Θέκλαν καὶ τὴν τῆς βασιλείας
                        ἀποκατάστασιν ὑπισχνουμένην, ἐπὶ τὸ Βυζάντιον στρατεύει δώροις <milestone unit="altpage" n="342"/> τοὺς πολιορκοῦντας ὑπελθών, καὶ δεύτερον ἔτος
                        τῆς ἀρχῆς κρατήσαντα τὸν <pb n="108"/> Βασιλίσκον ἐξωθεῖται, ἁγίοις τε
                        προσπελάσαντα σηκοῖς τοῖς ἐχθροῖς ἐκδίδωσιν. Οὗτος ὁ Ζήνων μέγιστον τέμενος
                        ἐξοχῇ τε καὶ κάλλει προὖχον ἀνατέθεικε τῇ πρωτομάρτυρι Θέκλῃ ἀνὰ τὴν
                        Σελευκέων τὴν πρὸς τῇ Ἰσαύρων χώρᾳ κειμένην, πλείστοις καὶ βασιλικοῖς
                        ἀναθήμασι διακοσμήσας,τοῖς καὶ μέχρις ἡμῶν σωζομένοις. Πέμπεται μὲν οὖν ἀνὰ
                        τὴν Καππαδοκῶν τεθνηξόμενος χώραν ὁ Βασιλίσκος: ἐν Κουκουσῷ δὲ τῷ σταθμῷ ἅμα
                        γυναικὶ καὶ τέκνοις <note>Zacharias v 5</note> ἀποσφάττεται. Καὶ νόμον ὁ
                        Ζήνων τίθησιν ἀναιροῦντα τὰ ἐπὶ τοῖς ἐγκυκλίοις συντεθειμένα Βασιλίσκῳ
                        τῷτυράννῳ: καὶ Πέτρος μὲν ὁ ἐπίκλην Κναφεὺς τῆς Ἀντιοχέων ἐκκλησίας
                        ἀπελαύνεται, Παῦλος δὲ τῆς Ἐφεσίων. </p></div></div></div></body></text></TEI>