<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2733.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" n="3"><div type="textpart" subtype="chapter" n="7"><p>Ἀκάκιον δέ φησι τὸν τῆς Κωνσταντίνου πρόεδρον <note>Niceph. xvi 6 Zacharias v
                            5 Theod. Lect. i 32 — 34 Theophan. 122 Joh. Nikiu c. 88, p. 478</note>
                        ἐπὶ τούτοις περιπαθήσαντα συγκινῆσαι τὸ μοναδικὸν καὶ τὸν δῆμον τῆς
                        βασιλευούσης, ὡς αἱρετικοῦ τοῦ Βασιλίσκουτυγχάνοντος: ἐκεῖνόν τε αὖ
                        ἐξαρνήσασθαι τὰ ἐγκύκλια, καὶ διάταξιν γράψαι τὰ ἐκ συναρπαγῆς <milestone unit="altpage" n="341"/> γεγονότα τέλεον ἀργεῖν ἀντεγκύκλιά τε
                        διαπέμπεσθαι συνιστῶντα τὴν ἐν Καλχηδόνι σύνοδον. Καὶ ταῦτα μὲν ἅ φησιν
                        ἀντεγκύκλια παρῆκεν, ἐμπαθῶς τὴν ὅλην πραγματείανσυγγράψας. Ἔστιν δὲ ἐπὶ
                        λέξεως ταῦτα: <pb n="107"/> ἈΝτεΓκΥκλιοΝ ΒασιλίσκοΥ. <note>Niceph. xvi
                            7</note>
                        <q>Αὐτοκράτορες Καίσαρες Βασιλίσκος καὶ Μάρκος. Τὴν ἄνωθεν καὶ ἐξ ἀρχῆς ἐν
                            ταῖς καθολικαῖς ἐκκλησίαις κρατήσασαν ἀποστολικὴν καὶ ὀρθόδοξον πίστιν,
                            τὴν καὶ μέχρι τῆς ἡμετέρας βασιλείας κρατήσασαν καὶ ἐπὶ τῆς ἡμετέρας
                            βασιλείας κρατοῦσαν καὶ εἰς τὸ διηνεκὲς κρατεῖν ὀφείλουσαν, εἰς ἣν καὶ
                            ἐβαπτίσθημεν καὶ πιστεύομεν, αὐτὴν μόνην ἄτρωτον καὶ ἀσάλευτον κρατεῖν,
                            τὴν καὶ κρατοῦσαν, καὶ διηνεκῶς πολιτεύεσθαι ἐν πάσαις ταῖς καθολικαῖς
                            καὶ ἀποστολικαῖς τῶν ὀρθοδόξων ἐκκλησίαις θεσπίζομεν καὶ μηδὲν ἕτερον
                            ζητεῖσθαι. Διὰ τοῦτο γὰρ καὶ τὰ ἐπὶ τῆς ἡμετέρας βασιλείας γεγενημένα,
                            εἴτε ἐγκύκλια, εἴτε καὶ ἕτερα, ἢ εἴ τι δή ποτε οὖν, πίστεως ἕνεκεν ἢ
                            καταστάσεως ἐκκλησιαστικῆς, ἀργεῖν καὶ πεπαῦσθαι προστάττομεν,
                            ἀναθεματιζομένων Νεστορίου καὶ Εὐτυχοῦς καὶ πάσης ἑτέρας αἱρέσεως καὶ
                            πάντων τῶν τὰ αὐτὰ φρονούντων, καὶ περὶ ταύτης τῆς ὑποθέσεως μὴ σύνοδον
                            γίνεσθαι ἢ ἑτέραν ζήτησιν, ἀλλὰ ταῦτα μένειν ἀρραγῆ καὶ ἀσάλευτα:
                            ἀποδοθῆναι δὲ καὶ τὰς ἐπαρχίας τῷ εὐλαβεστάτῳ καὶ ἁγιωτάτῳ πατριάρχῃ καὶ
                            ἀρχιεπισκόπῳ Ἀκακίῳ, ὧν τὴν χειροτονίαν εἶχεν ὁ θρόνος ταύτης τῆς
                            βασιλίδος καὶ ἐνδόξου πόλεως: δηλαδὴ τῶν νῦν ὄντων θεοφιλεστάτων
                            ἐπισκόπων μενόντων ἐπὶ τῶν οἰκείων θρόνων, μηδενὸς ἐκ τούτου προκρίματος
                            γενομένου μετὰ τὴν τούτων τελευτὴν τῷ δικαίῳ τῆς χειροτονίας τοῦ εὐαγοῦς
                            θρόνου ταύτης τῆς βασιλίδος καὶ ἐνδόξου πόλεως. Τοῦτο δὲ τὸ θεῖον ἡμῶν
                            θέσπισμα δύναμιν ἐπέχειν θείας διατάξεως οὐδενὶ ἀμφίβολον
                            καθέστηκεν.</q> Καὶ ταῦτα μὲν ὧδε προῆλθε. </p></div></div></div></body></text></TEI>