Ὡς μὲν οὖν Ζαχαρίᾳ γέγραπται τῷ ῥήτορι, ταύταις Niceph. xvi 4 Zacharis v 2 ταῖς ἐγκυκλίοις συλλαβαῖς συντίθεται ὁ Τιμόθεος 21 ἄρτι τῆς ὑπερορίας, ὡς ἔφην, ἐπανηνεγμένος, καὶ πρός γε Πέτρος ὁ τῆς Ἀντιοχέων πρόεδρος, ὁ ἐπίκλην Κναφεύς, ὃς καὶ Τιμοθέῳ παρῆν ἀνὰ τὴν βασιλεύουσαν. Τούτων οὕτω γιγνομένων, ψηφίζονται δὲ καὶ Παῦλον τὸν τῆσἘφεσίων ἀρχιερατικὸν ὑπελθεῖν θρόνον. Φησὶ δ̓ οὖν ὡς καὶ Ἀναστάσιος ὁ μετὰ Ἰουβενάλιον Ἱεροσολύμων πρόεδρος ὑποσημαίνεται τοῖς ἐγκυκλίοις ἕτεροί τε πάμπολλοι, ὡς περὶ τοὺς πεντακοσίους καθεστάναι τοὺς τὸν Λέοντος τόμον καὶ τὴν ἐν Καλχηδόνι σύνοδον ἀποκηρύξαντας.Καί που καὶ δέησιν ἐγγράφει γενομένην παρὰ τῶν ἐν Ἀσίᾳ προέδρων ἐν Ἐφέσῳ συνεληλυθότων πρὸς Βασιλίσκον, ὧν ἔνια τούτοις σύγκειται τοῖς γράμμασιν: Τοῖς κατὰ πάντα εὐσεβεστάτοις καὶ φιλοχρίστοις Zacharias v 3 δεσπόταις ἡμῶν Βασιλίσκῳ καὶ Μάρκῳ, αἰωνίοις νικηταῖς Αὐγούστοις. Καὶ μεθ̓ ἕτερα: Διὰ πάντων ἐδείχθητε πανευσεβέστατοι καὶ φιλόχριστοι βασιλεῖς, μισουμένῃ καὶ πολεμουμένῃ διαφόρως τῇ πίστει συμπολεμούμενοι. Καὶ μεθ̓ ἕτερα: Φοβερά τις ἐκδοχὴ κρίσεως καὶ θείου Hebr. x 27 πυρὸς ζῆλος, καὶ ἡ δικαία τῆς ὑμετέρας γαληνότητος κίνησις τοὺς ἀντιδιατιθεμένους παρὰ πόδας συμπλέξει τοὺς τὸν θεὸν τὸν δυνατὸν καὶ τὴν ὑμετέραν τῇ πίστει κρατυνομένην βασιλείαν ἀλαζονικῇ τιμωρίᾳ κατατοξεύειν ἐπιχειροῦντας, καὶ τῆς ἡμετέρας βραχύτητος πολυτρόπως μὴ φειδομένους, ἀλλ̓ ἀεὶ συκοφαντοῦντας καὶ καταψευδομένους ἡμῶν ὡς ἀνάγκῃ τινὶ καὶ βίᾳ καθυπογραψάντων ἡμῶν ἐν τοῖς θείοις ὑμῶν καὶ ἀποστολικοῖς ἐγκυκλίοις, ἐν οἷς μετὰ πάσης χαρᾶς καὶ προθυμίας καθυπεγράψαμεν. Καὶ μεθ̓ ἕτερα: Μηδὲν οὖν ἕτερον παρὰ τὰ θεῖα ὑμῶν ἐγκύκλια προβῆναι θελήσατε, εἰδότες ὅπερ ἔφημεν, ὅτι πᾶς ὁ κόσμος ἀνατραπήσεται πάλιν, καὶ μικρὰ εὑρεθήσεται τὰ παρὰ τῆς ἐν Καλχηδόνι συνόδου γενόμενα κακά, ἅτινα καὶ τοὺς ἀναριθμήτους ἐκείνους εἰργάσατο φόνους, καὶ τὰ αἵματα τῶν ὀρθοδόξων ἀδίκως καὶ παρανόμως ἐξέχεεν. Καὶ μεθ̓ ἕτερα: Διαμαρτυρόμεθα ἐνώπιον τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ — ἐλευθέραν γὰρ τὴν εὐσέβειαν εἷναι τὴν ἡμετέραν — , δεόμεθα τῆς ἐπενεχθείσης αὐτοῖς δικαίας καὶ κανονικῆς καὶ ἐκκλησιαστικῆς κατακρίσεως καὶ καθαιρέσεως, καὶ μάλιστα τῷ τὴν βασιλεύουσαν οὐχ ὁσίως ἐπισκοποῦντι διὰ πολλὰ φωραθέντι. Ὁ αὐτὸς Ζαχαρίας καὶ τάδε πρὸς ῥῆμα γράφει, ὡς Niceph. xvi 5 Zacharias v 4 τῶν ἐγκυκλίων καὶ βασιλικῶν γραμμάτων ἐκδοθέντων, οἱ τὴν Εὐτυχοῦς φαντασίαν νοσοῦντες ἀνὰ τὴν βασιλεύουσαν καὶ τὸν μονήρη διώκοντες βίον, ὥσπερ ἑρμαίῳ τινὶ περιτυχεῖν οἰηθέντες Τιμοθέῳ καὶ τοῖς ἐγκυκλίοις τὸ ἴδιον θηρᾶσαι ἐλπίσαντες, δρομαῖοι παῤ αὐτὸν ἀφικνοῦνται: καὶ ὡς διελεγχθέντες πρὸς Τιμοθέου ὁμοούσιον ἡμῖν εἶναικατὰ τὴν σάρκα τὸν τοῦ θεοῦ Λόγον καὶ τῷ πατρὶ ὁμοούσιον κατὰ τὴν θεότητα, εἰς τοὐπίσω ἀνεχώρουν.