Καὶ ἀνὰ δὲ τὸ Βυζάντιον προσθήκην τοῦ βασιλέως Niceph. xvi 45 Malal. 407 Joh. Nikiu c. 89, p. 495 Cramer. An. Par. ii 316 Theophan. 159 Cedren. i 631 Zonar. iii 261 Georg. Mon. 517 Marcell. Com. a. 512 Barhebr. i 186 ἐν τῷ Τρισαγίῳ βουληθέντος ποιήσασθαι τὸ Ὁ σταυρωθεὶς δἰ ἡμᾶς, μεγίστη στάσις γέγονεν, ὡς ἐς τὰ μάλιστατῆς Χριστιανῶν θρησκείας ἀθετουμένης. Ἧς ἀρχηγὸν καὶ προστάτην γενέσθαι τὸν Μακεδόνιον καὶ τὸν ὑπ̓ αὐτὸν κλῆρον Σευῆρός φησι πρὸς Σωτήριχον γράφων, οὔπω μὲν ἱερατικοῦ τετυχηκὼς θρόνου, ἐπὶ δὲ τῆς βασιλέως διαιτώμενος, ὅτε τοῦ κατ̓ αὐτόν, ὥς μοι λέλεκται, σὺνἑτέροις ἀπηλάθη μοναστηρίου: πρὸς τοῖς λεχθεῖσι, καὶ ἐκ τούτων οἶμαι τῶν διαβολῶν τὸν Μακεδόνιον ἐκβεβλῆσθαι. Ἐντεῦθεν ἀκάθεκτα τοῦ δήμου φερομένου, οἵ τε ἐν ἀξιώσει τελοῦντες περὶ τῶν ἐσχάτων κεκινδυνεύκασι καὶ πολλοὶ τῶν ἐπισήμων ἐφλέχθησαν τόποι: καί τινα δὲχωρίτην μοναδικὸν μετιόντα βίον εὑρὼν ὁ λεὼς ἀνὰ τοὺς οἴκους Μαρίνου τοῦ Σύρου, τὴν κεφαλὴν ἀπέτεμε λέγων ὑποθήκαις τούτου τὴν ῥῆσιν προστεθῆναι: καὶ κοντῷ περιαρτήσας ἀνέκραγεν ἐπιτωθάζων ὡς αὐτὸς ἄρα τῆς τριάδος ἐπίβουλος εἴη. Καὶ οὕτως τὰ τῆς στάσεως ἤρθη πάνταληϊζομένης καὶ πᾶσαν ἰσχὺν ὑπερβάσης, ὡς τὸν βασιλέα πρὸς ἀνάγκης οἰκτιζόμενον στεφάνων ἄνευ πρὸς τὴν ἱπποδρομίαν ἀφικέσθαι, κήρυκάς τε τῷ δήμῳ διαπέμψασθαι βοῶντας ὡς καὶ τὴν βασιλείαν ἑτοιμότατα μὲν ἀποτίθεται, τῶν ἀδυνάτων δὲ καθεστάναι πάντας ἐπὶ ταύτηνἀναβῆναι, ἥκιστα πολλῶν ἀνεχομένην, ἕνα δὲ πάντως τυγχάνειν τὸν μετ̓ αὐτὸν ταύτην διακυβερνήσοντα. Ἅπερ θεασάμενος ὁ λεὼς ὥσπερ ἔκ τινος θείας ῥοπῆς μετετίθετο, καὶ παρεκάλει τὸν Ἀναστάσιον τὸν στέφανον περιθέσθαι ὑποσχόμενος τὴν ἡσυχίαν ἄγειν.Οἷς ἐλάχιστον ἐπιβιώσας χρόνον ὁ Ἀναστάσιος ἐπὶ τὴν ἑτέραν μετεχώρησε βιοτήν, ἔτεσιν ἑπτὰ καὶ εἴκοσιν πρὸς τρισὶ μησὶ καὶ ἡμέραις ἴσαις τὴν Ῥωμαίων διϊθύνας βασιλείαν. Τέλος τοῦ γ τόμου τῆς ἐκκλησιαστικῆς ἱστορίας Εὐαγρίου.