Τυραννεῖ τὸν Ἀναστάσιον Βιταλιανὸς Θρᾷξ γένος, Niceph. xvi 38 Malal 402 — 5 Joh. Nikiu c. 89, p. 498 Joh. Antioch. FHG v 32 Cramer. An. Par. ii 316 Theophan. 157, 160 Zonar. iii 261 Marcell. Com. a. 515 ὃς τήν τε Θρᾴκην καὶ Μυσίαν μέχρις Ὀδυσσοῦ καὶ Ἀγχιάλου δῃώσας ἐπὶ τὴν βασίλειον ἠπείγετο, πλῆθος ἀστάθμητον ἔχων Οὐννικῶν ἐθνῶν: ὅπερ Ὑπάτιον ὑπαντήσοντα πέπομφεν ὁ βασιλεύς. Καὶ ἐπειδὴ πρὸς τῶν οἰκείων προδοθεὶς ὁ Ὑπάτιος ζωγρίας ἥλω λύτρων τε μεγάλων ἀφείθη, Κύριλλος τὰς ἐπιστρατεύσεις ἐγχειρίζεται. Καὶ πρῶτα μὲν τῆς μάχης ἀγχωμάλου γενομένης, εἶτα καὶ πολλὰς τροπὰς δεξαμένης ἔν τε ταῖς διώξεσι καὶ ταῖς ὑπαγωγαῖς, καὶ τοῦ Κυρίλλου τὸ πλέον ἐσχηκότος, ἐπιστροφάδην πάλιν δίωξις γέγονε, ἐθελοκακησάντων τῶν στρατιωτῶν. Καὶ οὕτω τὸν Κύριλλον ἐκ τῆς Ὀδυσσοῦ παρείληφεν ὁ Βιταλιανὸς καὶ μέχρι τῶν καλουμένων Συκῶν τὴν ἔλασιν ἐποιήσατο, πάντα δῃῶν, πάντα πυρπολῶν, οὐδὲν ἕτερον ταῖς φαντασίαις ἔχων ἢ καὶ τὴν πόλιν αὐτὴν ἐξελεῖν καὶ τῆς βασιλείας κρατῆσαι. Ἐν Συκαῖς δὲ αὐτοῦ σκηνησαμένου, στέλλεται πρὸς τοῦ βασιλέως Μαρῖνος ὁ Σύρος, οὖ πρόσθεν ἐμνήσθημεν, μετὰ νηίτου στρατοῦ πολεμήσων τῷ Βιταλιανῷ. Συνήτην οὖν ἄμφω τὼ στρατώ, ὁ μὲν ἐπὶ πρύμναν τὰς Συκάς, ὁ δὲ τὴν Κωνσταντίνου ἔχων. Καὶ πρῶτα μὲν ἀνεκώχευον: εἶτα μετὰ τοὺς ἔκπλους καὶ τοὺς ἀκροβολισμοὺς μεταξὺ τοῖν δυοῖν στρατοπέδοιν ναυμαχίας καρτερᾶς συστάσης περὶ τὰ καλούμενα Βυθάρια, φεύγει μὲν προτροπάδην πρύμναν κρουσάμενος ὁ Βιταλιανὸς τὰ πολλὰ τῆς δυνάμεως ἀποβαλών, φεύγουσι δὲ καὶ οἱ ἀμφ̓ αὐτὸν οὕτω τάχιστα, ὡς μηδένα πολέμιον ἀνὰ τὴν ἑξῆς περὶ τὸν Ἀνάπλουν ἢ περὶ τὴν πόλιν αὐτὴν εὑρεθῆναι. Φασὶ δ̓ οὖν τὸν Βιταλιανὸν ἐν Ἀγχιάλῳ τινὰ χρόνον διατρίψαι τὴν ἡσυχίαν ἄγοντα. Ἐπέδραμεν καὶ ἕτερον γένος Οὐννικὸν περαιωθὲν τὰς Malal. 406 Cedren. i 633 Καππαδοκῶν πύλας. Πέπονθε δὲ ὑπὸ σεισμῶν ἐξαισίων ἀνὰ τοὺς αὐτοὺς χρόνους καὶ ἡ Ῥόδος, τρίτον ἐκεῖνο πάθος, ἀωρεὶ τῶν νυκτῶν.