<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2733.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" n="3"><div type="textpart" subtype="chapter" n="42"><p>Τὰ μὲν οὖν λελεγμένα βασιλικῶς τῷ Ἀναστασίῳ<note>Niceph. xvi 44 Malal. 394
                            FHG iv 621 Cf. Chrill. Scyth. Sabac vita c. 54</note> κατώρθωτο.
                        Πέπραχεν δὲ τούτων οὐκ ἄξια, τήν τε καλουμένην χρυσοτέλειαν ἐπινοήσας καὶ
                        ἀπεμπολήσας τὴν στρατιωτικὴν δαπάνην κατὰ τῶν συντελῶν ἐς τὸ βαρύτατον.
                            <milestone unit="altpage" n="378"/> Περιεῖλεν δὲ καὶ τὴν τῶν φόρων
                        εἴσπραξιν ἐκ τῶν βουλευτηρίων, τοὺς καλουμένους βίνδικας ἐφ̓ ἑκάστῃπόλει
                        προβαλλόμενος, εἰσηγήσει φασὶ Μαρίνου τοῦ Σύρου τὴν κορυφαίαν διέποντος τῶν
                        ἀρχῶν, ὃν οἱ πάλαι ὕπαρχον τῆς αὐλῆς ἐκάλουν. Ὅθεν κατὰ πολὺ οἵ τε φόροι
                        διερρύησαν τά τε ἄνθη τῶν πόλεων διέπεσεν. Ἐν τοῖς λευκώμασι γὰρ τῶν πόλεων
                        οἱ εὐπατρίδαι πρόσθεν ἀνεγράφοντο,ἑκάστης πόλεως τοὺς ἐν τοῖς βουλευτηρίοις
                        ἀντὶ συγκλήτου τινὸς ἐχούσης τε καὶ ὁριζομένης. <pb n="145"/>
                    </p></div></div></div></body></text></TEI>