Σὺ φῄς, ὦ ἀλιτήριε καὶ παλαμναῖε δαῖμον, ὡς Niceph. xvi 42 Zosim. ii 30 αὐτὸς ἴσην τῇ Ῥώμῃ πόλιν ἀνταναστῆσαι βουλόμενος, πρῶτα μὲν ἀνὰ μέσον Τρῳάδος καὶ τοῦ Ἰλίου πρὸς κατασκευὴν πόλεως τοσαύτης ἐξώρμησε, καὶ θεμελίους πηξάμενος καὶ τεῖχος ἐς ὕψος ἄρας, ἐπειδή γε τόπον ἐπιτηδειότερον εὗρε τὸ Βυζάντιον, οὕτω τείχεσιν αὐτὸ περιέβαλεν, οὕτω τὴν προτέραν εὔρυνε πόλιν, τοσούτοις τε κάλλεσιν οἰκοδομιῶν ἐφαίδρυνεν, ὡς μὴ πολλῷ τῆς Ibid. 31 Ῥώμης λιπέσθαι τοσούτοις ἔτεσι κατὰ σμικρὸν τὴν αὔξην Zosim. ii 32 προσλαβούσης. Φῂς δὲ ὡς καὶ τῷ δήμῳ τῶν Βυζαντίων σίτησιν δημοσίαν ἀπένειμε, καὶ ὡς χρυσίου πάμπολυ χρῆμα τοῖς ἅμα οἱ ἀφικομένοις ἀνὰ τὸ Βυζάντιον ἐπιδέδωκεν ἐς κατασκευὴν ἰδιωτικῶν οἴκων. Αὐτὸς πάλιν γράφεις ἐπὶ ῥήματος, Κωνσταντίνουτελευτήσαντος, ἐς Κωνστάντιον τὸν αὐτοῦ παῖδα μόνον τὰ πράγματα περιελθεῖν μετὰ θάνατον τοῖν αὐτοῦ ἀδελφοῖν, Ibid. 43 καὶ ὡς Μαγνεντίου καὶ Βετρανίωνος τυραννησάντοιν, πειθοῖ τὸν Βετρανίωνα μετῆλθε, καὶ ἀμφοῖν τοῖν στρατοπέδοιν ἁλισθέντοιν πρῶτος ὁ Κωνστάντιος δημηγορήσαστῆς τοῦ πατρὸς ἀνεμίμνησκε τοὺς στρατιώτας φιλοτιμίας, μεθ̓ οὖ πολλοὺς πολέμους διεπόνησαν καὶ μεγίσταις ἐτιμήθησαν δωρεαῖς: καὶ ὡς τούτων ἀκούσαντες οἱ στρατιῶται τὸν Βετρανίωνα τῆς ἐσθῆτος γυμνώσαντες κατήγαγον τοῦ βήματος ἰδιώτην: καὶ ὡς οὐδὲν ἄχαρι πρὸσΚωνσταντίου πέπονθε, τοῦ παρὰ σοῦ τοσαῦτα μετὰ τοῦ πατρὸς βλασφημηθέντος. Πῶς τοίνυν ἀξιοῖς τὸν αὐτὸν οὕτως φιλότιμον, οὕτως μεγαλόδωρον γενέσθαι, καὶ οὕτω σμικρολόγον καὶ φειδωλόν, ὡς τοιοῦτον ἐναγῆ πόρον ἐπιθεῖναι, τέλεον ἀγνοῶ.Ὅτι δὲ οὐ Φαῦσταν ἢ Κρίσπον ἀνεῖλεν, οὐδὲ παρά τινος Αἰγυπτίου διὰ ταῦτα τῶν ἡμετέρων μυστηρίων μετέσχεν, ἄκουε συγγράφοντος Εὐσεβίου τοῦ Παμφίλου, συνακμάσαντος Κωνσταντίνῳ καὶ Κρίσπῳ καὶ συγγενομένου τούτοις. Σὺ γὰρ οὐδὲ ἀκοὴν γράφεις, μή τί γε δὴ ἀλήθειαν,πολλοῖς ὕστερον χρόνοις ἐπὶ Ἀρκαδίου τε καὶ Ὀνωρίου, μέχρις οὗ γέγραφας, ἢ καὶ μετ̓ αὐτοὺς γεγονώς. Γράφει δὲ ἐπὶ λέξεως ταῦτα ἐν τῷ ὀγδόῳ λόγῳ τῆς αὐτοῦ ἐκκλησιαστικῆς ἱστορίας: Euseb. Hist. Eccl. viii 13 Χρόνου δὲ οὐ πλείστου μεταξὺ γενομένου, βασιλεὺσΚωνστάντιος τὸν πάντα βίον πραότατα καὶ τοῖς ὑπηκόοις εὐνοϊκώτατα τῷ τε θείῳ λόγῳ προσφιλέστατα διαθέμενος, παῖδα γνήσιον Κωνσταντῖνον αὐτοκράτορα σεβαστὸν ἀνθ̓ ἑαυτοῦ καταλιπών, κοινῷ φύσεως νόμῳ τελευτᾷ τὸν βίον. Καὶ μεθ̓ ἕτερα: Τούτου παῖς Κωνσταντῖνος εὐθὺς ἀρχόμενος βασιλεὺς τελεώτατος καὶ σεβαστὸς πρὸς τῶν στρατοπέδων καὶ ἔτι πολὺ τούτων πρότερον πρὸς αὐτοῦ τοῦ παμβασιλέως θεοῦ ἀναγορευθείς, ζηλωτὴν ἑαυτὸν τῆς πατρικῆς περὶ τὸν ἡμέτερον λόγον εὐσεβείας κατεστήσατο. Καὶ πρὸς τῷ τέλει δὲ τῆς ἱστορίας τούτοις φησὶ Euseb. Hist. Eccl. x 9 τοῖς ὀνόμασιν: Ὁ δὲ ἀρετῇ πάσῃ θεοσεβείας ἐκπρέπων, μέγιστος, νικητὴς Κωνσταντῖνος σὺν παιδὶ Κρίσπῳ βασιλεῖ θεοφιλεστάτῳ καὶ κατὰ πάντα τοῦ πατρὸς ὁμοίῳ, τὴν οἰκείαν ἑῴαν ἀπελάμβανον. Οὐκ ἂν δὲ ὁ Εὐσέβιος Κρίσπον οὕτως ἐπῄνεσεν, εἰ πρὸς τοῦ πατρὸς ἀνῄρητο, ἐπιβιώσας τῷ Κωνσταντίνῳ. Ὁ δὲ Θεοδώρητος ἱστορῶν Theodoret. Hist. Eocl. i 30 φησιν ἐν Νικομηδείᾳ τὸν Κωνσταντῖνον πρὸς αὐτῷ τῷ τέρματι τῆς βιοτῆς τοῦ σωτηριώδους μεταλαβεῖν βαπτίσματος, ἀναβαλέσθαι δὲ μέχρι τούτου τοῦ χρόνου ἐν Ἰορδάνῃ τῷ ποταμῷ τούτου τυχεῖν ἱμειρόμενον. Φῂς δέ, ὦ ἐξάγιστε καὶ παμμίαρε σύ, ὡς καὶ τὰ Ῥωμαίων πράγματα, ἐξ οὗ τὰ Χριστιανῶν ἐδείχθη, διερρύη τε καὶ παντάπασιν ἀπώλετο, ἢ οὐδὲν τῶν παλαιοτέρων ἀνεγνωκὼς ἢ πρὸς τὴν ἀλήθειαν ἐθελοκακῶν. Τοὐναντίον γὰρ διαφανῶς δείκνυται τῇ ἡμετέρᾳ πίστει Niceph. xvi 43 συναυξῆσαι τὰ Ῥωμαίων πράγματα. Θέα τοίνυν ὡς παῤ αὐτὴν τὴν ἐν ἀνθρώποις ἐπιδημίαν Χριστοῦ τοῦ θεοῦ ἡμῶν Μακεδόνων οἱ πλείους ὑπὸ Ῥωμαίων καθῃρέθησαν, Ἀλβανία τε καὶ Ἰβηρία καὶ Κόλχοι καὶ Ἄραβες Ῥωμαίοις ὑπετάγησαν. Καὶ Γάϊος Καῖσαρ κατὰ τὴν τρίτην καὶ εἰκοστὴν καὶ ἑκατοστὴν ὀλυμπιάδα Γάλλους καὶ Γερμανοὺς καὶ Βρεττανοὺς μεγάλοις ἀγῶσιν ὑπηγάγετο καὶ τῇ Ῥωμαίων προσεποίησεν ἀρχῇ πόλεις πεντακοσίας οἰκοῦντας, ὡς τοῖς ἱστορήσασιν ἀναγέγραπται. Ὃς καὶ πρῶτος μετὰ τοὺς ὑπάτους ἐμονάρχησε, προοδοποιῶν καὶ προεισάγων ἐκ πολυθεΐας καὶ ὀχλοκρατίας τῆς μοναρχίας τὸ σέβας, διὰ τὴν Χριστοῦ μέλλουσαν ὅσον οὔπω μοναρχίαν. Εὐθὺς καὶ ἡ Ἰουδαία ἅπασα καὶ τὰ πρόσχωραπροσεκτήθη: ὡς καὶ πρώτην τηνικάδε ἀπογραφὴν γενέσθαι, ἐν ᾗ καὶ Χριστὸς συνανεγράφη, ἵνα Βηθλεὲμ τὸ πέρας τῆς περὶ αὐτὴν προφητείας δημοσιεύσῃ. Λέλεκται Matth. ii 6 Mich. v 2 γὰρ τῷ προφήτῃ Μιχαίᾳ περὶ αὐτῆς ὧδέ πως: Καὶ σὺ Βηθλεὲμ γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσινἸούδα: ἐκ σοῦ γάρ μοι ἐξελεύσεται ἡγούμενος ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. Καὶ μετὰ τὴν ἀπότεξιν Χριστοῦ τοῦ θεοῦ ἡμῶν Αἴγυπτος Ῥωμαίοις προσετέθη, Αὐγούστου Καίσαρος, ἐφ̓ οὗ Χριστὸς ἐγεννήθη, καταγωνισαμένου παντελῶς Ἀντώνιονκαὶ Κλεοπάτραν, οἳ καὶ ἑαυτοὺς διεχρήσαντο. Μεθ̓ οὓς Κορνήλιος Γάλλος ἡγεμὼν Αἰγύπτου πρὸς τοῦ Αὐγούστου Καίσαρος καθίσταται, πρῶτος μετὰ τοὺς Πτολεμαίους ἄρξας Αἰγύπτου, ὡς τοῖς ἱστοριογράφοις πεπόνηται. Πόσα δὲ Πέρσαι περιεκόπησαν ὑπὸ ΒεντιδίουΚουρβούλωνός τε τοῦ Νέρωνος στρατηγοῦ, καὶ Σευήρου, Τραϊανοῦ καὶ Κάρου, Κασσίου τε καὶ Ὀδαινάθου τοῦ ἐκ Παλμύρας καὶ Ἀπολλωνίου καὶ ἑτέρων, ὁσάκις τε Σελεύκεια καὶ Κτησιφὼν ἥλω, Νίσιβίς τε ἐπ̓ ἀμφότερα τρεπομένη Ἀρμενία τε καὶ τὰ πλησιάζοντα ἔθνηῬωμαίοις προσετέθη, μεθ̓ ἑτέρων ἱστορεῖς. Μικροῦ δέ με διέλαθεν ἃ σὺ γράφεις τὸν Κωνσταντῖνον καταπράξασθαι, μάλα γεννικῶς καὶ ἀνδρείως τῆς Ῥωμαίων ἐξηγησάμενον ἀρχῆς μετὰ τῆς ἡμετέρας θρησκείας, καὶ οἷα πέπονθεν Ἰουλιανὸς ὁ σὸς καὶ τῶν σῶνὀργίων θιασώτης, τηλικαῦτα τραύματα τῇ πολιτείᾳ καταλελοιπώς. Εἰ δέ τι τῶν προφητευθέντων περὶ τῆς τοῦ κόσμου τελευτῆς ἢ προοίμιον εἴληφεν ἢ καὶ τὸ πέρας δέξεται, μείζονός ἐστιν οἰκονομίας ἢ κατὰ σέ. Ἐξετάσωμεν δὲ εἰ δοκεῖ ὅπως οἱ τὰ Ἑλλήνων πρεσβεύσαντες βασιλεῖς, καὶ ὅπως οἱ τὰ τοῦ Χριστοῦ ζηλώσαντες τὴν βασιλείαν ἀπέθεντο. Οὐ πρῶτος Γάϊος Ἰούλιος Καῖσαρ μοναρχήσας δολοφονηθεὶς κατέστρεψε τὸν βίον; οὐ δεύτερον τὸν ἔκγονον Τιβερίου Γάϊον τῶν ἐν τοῖς στρατεύμασιν ἔνιοι ξίφεσιν διεχρήσαντο; οὐ Νέρων πρός τινος τῶν οἰκείων ἀνῃρέθη; οὐ Γάλβας τὰ παραπλήσια πέπονθεν Ὄθων τε καὶ Βιτέλλιος, οἱ τρεῖς βασιλεύσαντες μόνον ἑκκαίδεκα μῆνας; Τίτον δὲ βασιλεύοντα οὐ Δομετιανὸς φαρμάκοις ἀδελφὸν ὄντα γε αὐτοῦ ἀνεῖλεν; οὐ Δομετιανὸς πρὸς τοῦ Στεφάνου δειλαίως τῶν ἐντεῦθεν μετέστη; τί δὲ καὶ περὶ Κομμόδου φῄς; οὐχ οὗτος ὑπὸ Ναρκίσσου τὸν βίον ἀπέλιπεν; Περτίναξ τε καὶ Ἰουλιανὸς οὐ τῶν αὐτῶν ἔτυχον; Ἀντωνῖνος δὲ ὁ Σευήρου οὐ Γέταν τὸν ἀδελφὸν διέφθειρεν, τὰ παραπλήσια καὶ αὐτὸς παθὼν ὑπὸ Μαρτιαλίου; τί δὲ καὶ Μακρῖνος, οὐ περὶ Βυζάντιον αἰχμαλώτου δίκην περιαχθεὶς πρὸς τῶν σφετέρων στρατιωτῶν ἐμιαιφονήθη; καὶ Αὐρήλιος δὲ Ἀντωνῖνος ὁ ἐξ Ἐμέσης οὐ μετὰ τῆς μητρὸς κατεσφάγη; ὁ δέ γε μετ̓ αὐτὸν Ἀλέξανδρος οὐ τῷ αὐτῷ σὺν καὶ τῇ μητρὶ περιπέπτωκεν δράματι; τί ἂν εἴποιμεν καὶ περὶ Μαξιμίνου πρὸς τῆς οἰκείας στρατιᾶς ἀναιρεθέντος, ἢ Γορδιανοῦ ἐπιβουλεύμασι Φιλίππου ὑπὸ τῶν οἰκείων στρατιωτῶν τὴν τέλειον ὑπελθόντος ἡμέραν; λέγε δὲ σὺ ὅπως τε Φίλιππος καὶ ὁ μετ̓ αὐτὸν Δέκιος: οὐχ ὑπὸ τῶν πολεμίων διεφθάρησαν; καὶ Γάλλος δὲ καὶ Βουλουσιανός, οὐχ ὑπὸ τῶν οἰκείων δυνάμεων τῆς σφῶν ζωῆς ἐξώσθησαν; τί δὲ καὶ Αἰμιλιανὸς οὐ τοῖς αὐτοῖς περιπέπτωκεν; Οὐαλεριανὸς δέ, οὐ δορυάλωτος γενόμενος ὑπὸ Περσῶν περιήγετο; Γαλλιήνου δὲ δολοφονηθέντος καὶ Καρίνου σφαγιασθέντος, εἰς Διοκλητιανὸν τὰ πράγματα περιέστη, καὶ οὓς αὐτὸς εἵλετο συνάρχειν αὐτῷ: ἐξ ὧν Ἑρκούλιος, Μαξιμιανὸς καὶ Μαξέντιος ὁ τούτου παῖς καὶ Λικίνιος δὲ ἐς ἔσχατα διεφθάρησαν. Ἐξ ὅτου δὲ Κωνσταντῖνος ὁ παναοίδιμος παρείληφετὴν ἀρχήν, καὶ τὴν ἐπώνυμον αὐτῷ πόλιν δειμάμενος τῷ Χριστῷ ἀνατέθεικεν, ἄθρει δή μοι εἴ τις τῶν ἐν αὐτῇ βασιλέων, Ἰουλιανοῦ δίχα τοῦ ἱεροφάντου σου καὶ βασιλέως, ἢ πρὸς τῶν οἰκείων ἢ τῶν ἐναντίων διεφθάρη, ἢ ὅλως τύραννος βασιλέως κατεδυνάστευσεν, ἢ μόνουΒασιλίσκου ἐξώσαντος Ζήνωνα, πρὸς οὖ καὶ κατελύθη καὶ τὸν βίον ἀπέθετο. Πείθομαι καὶ περὶ Οὐάλεντος λέγοντί σοι, τοσαῦτα κατεργασαμένου Χριστιανοὺς κακά. Περὶ γὰρ ἑτέρου, οὐδὲ σὺ αὐτὸς φῄς. Ταῦτα μηδεὶς οἰέσθω πάρεργα τῆς ἱστορίας τυγχάνειν τῆς ἐκκλησιαστικῆς,πάνυ μὲν οὖν χρειώδη καὶ συνεκτικά, διὰ τὸ τοὺς Ἑλλήνων ἱστοριογράφους ἐθελοκακεῖν πρὸς τὴν ἀκρίβειαν. Ἴωμεν δὲ καὶ ἐπὶ τὰ λειπόμενα τῶν Ἀναστασίου πράξεων.