<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2733.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" n="3"><div type="textpart" subtype="chapter" n="40"><p>Εἴρηται Ζωσίμῳ, ἑνὶ τῶν τῆς ἐξαγίστου καὶ <note>*niceph. xvi 41 Zosim. ii
                            38</note> μιαρᾶς τῶν Ἑλλήνων θρησκείας, μηνίσαντι τῷ Κωνσταντίνῳ ὅτι περ
                        πρῶτος βασιλέων τὰ Χριστιανῶν εἵλετο, τὴν βδελυρὰν τῶν Ἑλλήνων καταλιπὼν
                        δεισιδαιμονίαν, ὡς αὐτὸς πρῶτος τὸ καλούμενον Χρυσάργυρον ἐπινοήσας ἀνὰ
                        τετραετηρίδα τὸ τοιοῦτο τέθεικε τέλος ἐσάγεσθαι, μυρίοις τε καὶ ἄλλοις τὸν
                        εὐσεβῆ καὶ μεγαλόδωρον βλασφημήσας Κωνσταντῖνον. Φησὶ γὰρ καὶ ἕτερα ἄττα
                            <note>Ibid. 29</note> λίαν ἀνύποιστα κατὰ πάσης ἐξευρεῖν τύχης, καὶ
                        Κρίσπον τὸν παῖδα δειλαίως ἀφανίσαι, καὶ Φαῦσταν τὴν αὐτοῦ γαμετὴν ἐν
                        βαλανείῳ ὑπὲρ τὸ μέτρον ἐκπυρωθέντι καθείρξαντα ἐξ ἀνθρώπων μεταγαγεῖν,
                        καθάρσιά <milestone unit="altpage" n="374"/> τε παρὰ τοῖς σφῶν ἱερεῦσι
                        ζητοῦντα τῶν τοιούτων ἐναγῶν φόνων καὶ μὴ τυχόντα — μηδὲ γὰρ εἶναι τούτους
                        ἀναφανδὸν εἰπεῖν — , περιτυχεῖν Αἰγυπτίῳ ἐξ Ἰβηρίας ἀφιγμένῳ: καὶ πρὸς αὐτοῦ
                        πιστωθέντα πάσης ἁμαρτάδος ἀναιρετικὴν εἶναι τὴν Χριστιανῶν πίστιν,
                        μεταλαβεῖν ὧν ὁ Αἰγύπτιος αὐτῷ μεταδέδωκε: κἀντεῦθεν τὴν πατρῴαν
                        καταλελοιπότα νόμισιν, τῆς ἀσεβείας, ὡς αὐτὸς ἔφη, τὴν ἀρχὴν ποιήσασθαι. Καὶ
                        ὡς μὲν καὶ ταῦτα ψευδῆ παρὰ πόδας δείξω. Τέως δὲ τὰ περὶ τοῦ Χρυσαργύρου
                        λελέξεται. </p></div></div></div></body></text></TEI>