<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2733.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" n="3"><div type="textpart" subtype="chapter" n="4"><p>Ἐκ πρεσβείας δὲ ἐνίων τῶν ἐκ τῆς Ἀλεξανδρέων <note>Niceph. xvi 2 Zacharias v
                            1 Theod. Lect. i 30, 31 Theophan. 121 Joh. Nikiu c. 88, p. 478</note>
                        ἀνακαλεῖται τὸν Τιμόθεον ἐκ τῆς ὑπερορίας, ὄγδοον καὶ δέκατον ἔτος αὐτῇ
                        συγγενόμενον, Ἀκακίου τὴν ἐπισκοπὴντῆς Κωνσταντινουπόλεως πρυτανεύοντος. Καὶ
                        δῆτα τὴν <pb n="101"/> βασιλέως κατειληφὼς πόλιν ὁ Τιμόθεος πείθει τὸν
                        Βασιλίσκον <note>Petrus Iber. 79 Conc. vii 1176</note> ἐγκυκλίοις χρήσασθαι
                        συλλαβαῖς πρὸς τοὺς ἑκασταχοῦ ἱερέας ἀναθέματί τε περιβαλεῖν τὰ ἐν Καλχηδόνι
                        πεπραγμένα καὶ τὸν τόμον Λέοντος: ὧν ἡ συνθήκη λέγει τάδε: ἘΓκΥκλιοΝ
                        ΒασιλίσκοΥ. <q>Αὐτοκράτωρ Καῖσαρ Βασιλίσκος, εὐσεβής, νικητής, <note>Niceph.
                                xvi 3 Zacharias v 2</note> τροπαιοῦχος, μέγιστος, ἀεισέβαστος,
                            Αὔγουστος, καὶ Μάρκος ὁ ἐπιφανέστατος Καῖσαρ, Τιμοθέῳ τῷ εὐλαβεστάτῳ καὶ
                            θεοφιλεστάτῳ ἀρχιεπισκόπῳ τῆς Ἀλεξανδρέων μεγαλοπόλεως. Ὁπόσους μὲν ὑπὲρ
                            τῆς ὀρθῆς καὶ ἀποστολικῆς πίστεως ἐθέσπισαν νόμους οἱ πρὸ ἡμῶν
                            εὐσεβέστατοι βασιλεῖς, ὅσοι τὴν μακαρίαν, ἀγήρω καὶ ζωοποιὸν τριάδα
                            θεραπεύοντες ὀρθῶς διετέλεσαν, τούτους ὡς τῷ παντὶ κόσμῳ σωτηρίους ἀεί
                            ποτε γεγονότας οὐδένα χρόνον ἀργεῖν ἐθέλομεν, μᾶλλον δὲ ὡς οἰκείους
                            ἑαυτῶν ἐκφωνοῦμεν νόμους. Ἡμεῖς δὲ πάσης τῆς περὶ τὰ ἀνθρώπινα πράγματα
                            σπουδῆς προτιμήσαντες τὴν εὐσέβειαν καὶ τὸν ὑπὲρ τοῦ θεοῦ καὶ σωτῆρος
                            ἡμῶν Ἰησοῦ Χριστοῦ ζῆλον τοῦ πεποιηκότος καὶ δεδοξακότος ἡμᾶς, ἔτι δὲ
                            πιστεύοντες τὸν σύνδεσμον τῶν τοῦ Χριστοῦ ποιμνίων σωτηρίαν ἑαυτῶν εἶναι
                            καὶ τοῦ ὑπηκόου παντὸς θεμέλιόν τε ἀρραγῆ καὶ ἀσάλευτον τεῖχος τῆς
                            ἡμετέρας βασιλείας, ἐντεῦθεν εἰκότως θείῳ διανοίας κινούμενοι ζήλῳ, καὶ
                            ἀπαρχὴν τῆς ἡμετέρας βασιλείας τῷ θεῷ καὶ σωτῆρι ἡμῶν Ἰησοῦ Χριστῷ τὴν
                            τῆς ἁγίας ἐκκλησίας ἕνωσιν προσκομίζοντες, θεσπίζομεν τὴν κρηπῖδα καὶ
                            βεβαίωσιν τῆς ἀνθρωπίνης εὐζωΐας, τουτέστι τὸ σύμβολον <milestone unit="altpage" n="336"/> τῶν τριακοσίων δέκα ὀκτὼ ἁγίων πατέρων τῶν
                            ἐν Νικαίᾳ πάλαι μετὰ τοῦ ἁγίου πνεύματος ἐκκλησιασθέντων, εἰς ὃ ἡμεῖς τε
                            καὶ πάντες οἱ πρὸ ἡμῶν πιστεύσαντες ἐβαπτίσθημεν, μόνον πολιτεύεσθαι καὶ
                            κρατεῖν ἐν πάσαις ταῖς ἁγιωτάταις τοῦ θεοῦ ἐκκλησίαις τῶν ὀρθοδόξων
                            λαῶν, ὡς <pb n="102"/> μόνον κυρίως τῆς ἀπλανοῦς πίστεως ὅρον καὶ ἀρκοῦν
                            εἰς ἀναίρεσιν μὲν καθόλου πάσης αἱρέσεως, ἕνωσιν δὲ ἄκραν τῶν ἁγίων τοῦ
                            θεοῦ ἐκκλησιῶν: ἐχόντων δηλαδὴ τὴν οἰκείαν ἰσχὺν καὶ τῶν εἰς βεβαίωσιν
                            αὐτοῦ τοῦ θείου συμβόλου πεπραγμένων ἔν τε τῇ βασιλευούσῃ πόλειταύτῃ
                            κατὰ τῶν βλασφημούντων εἰς τὸ πνεῦμα τὸ ἅγιον παρὰ τῶν ἑκατὸν πεντήκοντα
                            ἁγίων πατέρων, ἔτι δὲ καὶ πάντων τῶν πεπραγμένων ἐν τῇ Ἐφεσίων
                            μητροπόλει κατὰ τοῦ δυσσεβοῦς Νεστορίου καὶ τῶν μετὰ ταῦτα τὰ ἐκείνου
                            φρονησάντων.Τὰ δὲ διελόντα τὴν ἕνωσιν καὶ εὐταξίαν τῶν ἁγίων τοῦ θεοῦ
                            ἐκκλησιῶν καὶ εἰρήνην τοῦ κόσμου παντός, δηλαδὴ τὸν λεγόμενον τόμον
                            Λέοντος, καὶ πάντα τὰ ἐν Καλχηδόνι ἐν ὅρῳ πίστεως, ἢ ἐν ἐκθέσει
                            συμβόλου, ἢ ἑρμηνείας, ἢ διδασκαλίας, ἢ διαλέξεως εἰρημένα καὶ
                            πεπραγμέναεἰς καινοτομίαν τὴν κατὰ τοῦ μνημονευθέντος ἁγίου συμβόλου τῶν
                            τριακοσίων δέκα ὀκτὼ ἁγίων πατέρων, θεσπίζομεν ἐνταῦθά τε καὶ πανταχοῦ
                            καθ̓ ἑκάστην ἐκκλησίαν παρὰ τῶν ἁπανταχοῦ ἁγιωτάτων ἐπισκόπων
                            ἀναθεματίζεσθαι, καὶ πυρὶ παραδίδοσθαι παῤ οἷς ἂνεὑρίσκηται, διὰ τὸ οὕτω
                            διατεταχέναι περὶ πάντων τῶν αἱρετικῶν δογμάτων καὶ τοὺς πρὸ ἡμῶν ἐν
                            εὐσεβεῖ καὶ μακαρίᾳ τῇ λήξει γενομένους βασιλέας, Κωνσταντῖνον καὶ
                            Θεοδόσιον τὸν νέον: ἄκυρά τε οὕτως γινόμενα παντελῶς ἐκβάλλεσθαι τῆς
                            μιᾶς καὶ μόνης καθολικῆς καὶ ἀποστολικῆσὀρθοδόξου ἐκκλησίας, ὡς
                            μεταίροντα τὰ αἰώνια καὶ σωτήρια τῶν τριακοσίων δέκα ὀκτὼ ἁγίων πατέρων
                            ὅρια καὶ τὰ τῶν μακαρίων πατέρων τῶν ἐν ἁγίῳ πνεύματι διαγορευσάντων
                            κατὰ τὴν Ἐφεσίων: ὅλως δὲ μὴ ἐξεῖναί ποτε μήτε ἱερέων μήτε λαϊκῶν τινι
                            τῆς τοῦ ἁγίου συμβόλουθειοτάτης ἐκείνης νομοθεσίας ποιεῖσθαί τινα
                            παρέκβασιν: ἀναθεματίζεσθαι δὲ σὺν πάσαις ταῖς ἐν <pb n="103"/>
                            Καλχηδόνι γεγενημέναις καινοτομίαις κατὰ τοῦ θείου συμβόλου, καὶ τὴν
                            αἵρεσιν τῶν μὴ ὁμολογούντων τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ ἐκ πνεύματος
                            ἁγίου καὶ ἐκ τῆς ἁγίας καὶ ἀεὶ παρθένου καὶ θεοτόκου Μαρίας κατὰ
                            ἀλήθειαν σαρκωθέντα καὶ ἐνανθρωπήσαντα, ἀλλ̓ ἢ ἐξ οὐρανοῦ ἢ κατὰ
                            φαντασίαν καὶ δόκησιν τερατευομένους, πᾶσάν τε ἁπλῶς αἵρεσιν, καὶ εἴ τι
                            ἕτερον ἐν οἵῳ δή ποτε καιρῷ καὶ <milestone unit="altpage" n="337"/>
                            τρόπῳ καὶ τόπῳ τῆς οἰκουμένης ἁπάσης κατὰ διάνοιαν καὶ λέξιν ἐπὶ
                            παραβάσει τοῦ θείου συμβόλου κεκαινοτόμηται. Ἐπειδὴ δὲ προνοίας
                            βασιλικῆς ἴδιον μὴ τοῦ παρόντος χρόνου μόνον ἀλλὰ καὶ τοῦ μέλλοντος τὴν
                            ἀσφάλειαν ἐκ προορατικῆς διασκέψεως ἐπιδαψιλεύεσθαι τοῖς ὑπηκόοις,
                            θεσπίζομεν τοὺς ἁπανταχοῦ ὁσιωτάτους ἐπισκόπους ἐμφανιζομένῳ τῷ θείῳ
                            τούτῳ ἡμῶν ἐγκυκλίῳ γράμματι καθυπογράφειν, σαφῶς καταμηνύοντας ὅτι δὴ
                            μόνῳ τῷ θείῳ στοιχοῦσι συμβόλῳ τῶν τριακοσίων δέκα ὀκτὼ ἁγίων πατέρων,
                            ὅπερ ἐπεσφράγισαν οἱ ἑκατὸν πεντήκοντα πατέρες ἅγιοι, ὡς ἔδοξεν
                            ὁριστικῶς καὶ τοῖς μετὰ ταῦτα συνελθοῦσι κατὰ τὴν Ἐφεσίων μητρόπολιν
                            ὁσιωτάτοις πατράσιν ὅτι δεῖ μόνῳ τῷ ἁγίῳ συμβόλῳ τῶν τριακοσίων δέκα
                            ὀκτὼ ἁγίων πατέρων στοιχεῖν εἰς ὅρον πίστεως, ἀναθεματίζοντες ἅπαν τὸ
                            γενόμενον ἐν Καλχηδόνι τῶν ὀρθοδόξων λαῶν πρόσκομμα καὶ ὁλοτελῶς τῶν
                            ἐκκλησιῶν ἐκβάλλοντες ὡς παρεμποδὼν γινόμενον τῇ οἰκουμενικῇ καὶ ἡμετέρᾳ
                            εὐπραγίᾳ. Τοὺς δὲ μετὰ ταύτας ἡμῶν τὰς θείας συλλαβάς, ἃς κατὰ θεὸν
                            ἐκπεφωνῆσθαι πιστεύομεν, τὴν ἐπιθυμητὴν πᾶσιν ἕνωσιν πραγματευομένας
                            ταῖς ἁγίαις τοῦ θεοῦ ἐκκλησίαις, ἐπιχειροῦντάς ποτε προφέρειν ἢ ὅλως
                            ὀνομάζειν, εἴτε ἐν διδασκαλίᾳ εἴτε ἐν διαλέξει ἢ ἐν συγγράμμασι, καθ̓
                            οἷον δή ποτε καιρὸν ἢ τρόπον ἢ τόπον, τὴν <pb n="104"/> ἐν Καλχηδόνι
                            γεγενημένην κατὰ τῆς πίστεως καινοτομίαν, τοὺς τοιούτους ὡς ταραχῆς καὶ
                            ἀκαταστασίας ταῖς ἁγίαις τοῦ θεοῦ ἐκκλησίαις καὶ τῷ ὑπηκόῳ παντὶ
                            παραιτίους, θεῷ τε καὶ τῇ ἡμετέρᾳ σωτηρίᾳ πολεμίους, κελεύομεν κατὰ τοὺς
                            ἤδη πρὸ ἡμῶν θεσπισθέντας παρὰ τοῦ ἐν μακαρίᾳκαὶ θείᾳ τῇ λήξει γενομένου
                            βασιλέως Θεοδοσίου κατὰ τῆς τοιαύτης κακονοίας νόμους, τοὺς καὶ
                            ὑποτεταγμένους τῷδε ἡμῶν τῷ θείῳ ἐγκυκλίῳ, εἰ μὲν ἐπίσκοποι ἢ κληρικοὶ
                            εἶεν, καθαιρεῖσθαι, εἰ δὲ μονάζοντες ἢ λαϊκοί, ἐξορίᾳ καὶ δημεύσει
                            παντοίᾳ καὶ τοῖς ἐσχάτοις ὑποπίπτειν ἐπιτιμίοις.Οὕτω γὰρ ἡ ἀεί ποτε παρὰ
                            τῆς ἡμετέρας εὐσεβείας προσκυνουμένη ἁγία καὶ ὁμοούσιος δημιουργός τε
                            καὶ ζωοποιὸς τῶν ὅλων τριάς, θεραπευθεῖσα καὶ νῦν παῤ ἡμῶν διὰ τῆς
                            ἀναιρέσεως μὲν τῶν μνημονευθέντων ζιζανίων βεβαιώσεως δὲ τῶν ὀρθῶν καὶ
                            ἀποστολικῶν τοῦἁγίου συμβόλου παραδόσεων, ἵλεως καὶ εὐμενὴς γενομένη
                            ταῖς τε ἡμετέραις ψυχαῖς καὶ τῷ ὑπηκόῳ παντί, ἔσται διὰ παντὸς
                            συνδιοικοῦσα ἡμῖν καὶ εἰρηνεύουσα τὰ ἀνθρώπινα.</q>
                    </p></div></div></div></body></text></TEI>