Ὑπερμέγεθες δὲ κατεπράχθη αὐτῷ καὶ θεῖόν τι Niceph. xvi 40 Malal. 398 Cedren. i 626 χρῆμα, ἡ τοῦ καλουμένου Χρυσαργύρου ἐς τέλεον κωλύμη: ἣν καὶ λεκτέον, τῆς Θουκυδίδου γλώσσης ἢ καὶ μείζονός τε καὶ κομψοτέρας ἐπιδεομένην: λέξω δὲ κἀγώ, οὐ λόγῳ πεποιθώς, τῇ δὲ πράξει πίσυνος. Ἐπέκειτό τι τῇ τοσαύτῃ καὶ τηλικαύτῃ τῶν Ῥωμαίων πολιτείᾳ τέλος ἐλεεινόν τε καὶ θεομισὲς καὶ βαρβάρων αὐτῶν ἀνάξιον, μή τί γε δὴ τῆς Ῥωμαίων χριστιανικωτάτης βασιλείας: ὃ μέχρις αὐτοῦ, ἀνθ̓ ὅτου λέγειν οὐκ ἔχω, παροφθὲν αὐτὸς ἀνεῖλε βασιλικώτατα. Ἐπέκειτο δὲ ἑτέροις τε πολλοῖς ἐξ ἐράνου τὴν τροφὴν πορίζουσι, καὶ ταῖς ἀπεμπολούσαις τὴν ὥραν τοῦ σώματος καὶ χύδην πορνείαις ἐπὶ τοῖς κεκρυμμένοις καὶ λανθάνουσι τῆς πόλεως τόποις ἐπὶ χαμαιτυπείοις ἐκδεδομέναις, καὶ πρός γε τοῖς ἡταιρηκόσι καὶ μὴ μόνον τὴν φύσιν ἀλλὰ καὶ τὸ πολίτευμα καθυβρίζουσιν: ὡς ἀντὶ νόμου τινὸς τὴν ἐσκομιδὴν βοᾶν ἐπ̓ ἀδείας εἶναι τὴν τοιαύτην ἀθεμιτουργίαν τοῖς βουλομένοις. Καὶ τὸν ἐντεῦθεν ἀθροιζόμενον ἀνόσιόν τε καὶ ἐναγῆ πόρον ἐπὶ τὴν πρώτην καὶ κορυφαίαν ἐσῆγον τῶν ἀρχῶν ἀνὰ τετραετηρίδα οἱ τοῦτον ἑκασταχοῦ συλλέγοντες, ὡς καὶ μέρος οὐκ ἐλάχιστον τῆς ἀρχῆς καθεστάναι, καὶ τῶν καλουμένων εἰδικῶν σκρινίων τυχεῖν, καὶ τῶν τὰ τοιαῦτα διαψηφιζόντων, οὐκ ἀφανῶν ἀνδρῶν, στρατείαν ὥσπερ καὶ τὰς λοιπὰς ἡγουμένων τὸ πρᾶγμα. Ὃ μεμαθηκὼς ὁ Ἀναστάσιος ἐπί τε τὴν γερουσίαν προθείς, καὶ μύσος εἶναι καὶ καινοπρεπὲς ἄγος τὸ πρᾶγμα δικαίως ἀποφηνάμενος, τεθέσπικε καθάπαξ ἀναιρεθῆναι, καὶ τοὺς τὴν εἴσπραξιν δηλοῦντας χάρτας πυρὶ παραδέδωκε. Καὶ τέλεον τὴν πρᾶξιν ἱερουργῆσαι τῷ θεῷ βουληθείς, ἵνα μή τινι τῶν μετ̓ αὐτὸν ἐξῇ τὰ ἀρχαῖα αὖθις ὀνείδη ἀνακαλέσασθαι, προσποιεῖται μὲν τὸν ἀσχάλλοντα, ἀβουλίας δὲ ἑαυτοῦ κατηγόρει καὶ τῆς ἐς ἄγαν ἀνοίας, λέγων ὡς τῇ καινοδοξίᾳ τὸ πλέον δοὺς τοῦ συνοίσοντος τῇ πολιτείᾳ παρημέληκε, καὶ τὸν τοσοῦτον πόρον ἀνέκαθεν ἐφευρημένον καὶ τοσούτοις χρόνοις βεβαιωθέντα εἰκῆ τε καὶ ἀπερισκέπτως ἀνήρτησεν, οὐ συνεὶς τὰ ἐπαρτώμενα κινδυνεύματα ἢ τὰς στρατιωτικὰς δαπάνας, τὸ ζῶν τοῦ πολιτεύματος τεῖχος, οὐ τὰς ἐς θεραπείαν τοῦ θεοῦ: καὶ μηδὲν τῶν ἔνδοθεν δεικνὺς ἀπαγγέλλει βούλεσθαι τὸν εἰρημένον ἀνασώσασθαι πόρον. Καὶ δὴ τοὺς ἐφεστηκότασπροσκαλεσάμενος ἔφασκε μεταμελεῖσθαι μέν, οὐκ ἔχειν δὲ ὅ τι καὶ πράξειν ἣ ὅπως τὴν οἰκείαν ἁμαρτίαν διορθώσαιτο, καθάπαξ τῶν χαρτῶν καυθέντων τῶν δυναμένων τὴν εἴσπραξιν δηλοῦν. Κἀκείνων δὲ οὔ τινι προσποιήσει ταῖς δὲ ἀληθείαις τὴν πρᾶξιν ὀδυρομένων διὰ τὸν ἐντεῦθεναὐτοῖς περιποιούμενον ἄδικον μισθόν, καὶ τὴν παραπλησίαν ἀπορίαν προϊσχομένων, προὔτρεπέ τε καὶ παρεκάλει διὰ πάσης ἰόντας ζητήσεως ἐξερευνῆσαι εἴπερ εὑρεῖν δυνηθεῖεν διὰ τῶν ἑκασταχοῦ συγκειμένων πτυκτίων τὴν τοῦ παντὸς εἴσπραξιν. Καὶ πέμψας ἑκάστῳ δαπάνας ἐς τὴνπερὶ ταῦτα συλλογὴν ἔπεμπεν, ἐπιτρέψας ἕκαστον χάρτην ταῦτα σαφηνίζειν δυνάμενον, ὅποι ἂν εὑρεθείη, πρὸς αὐτὸν ἀποκομισθῆναι, ἵνα μετὰ πολλῆς τῆς περισκέψεως καὶ τῆς ἐς ἄγαν ἀκριβείας τὰ περὶ τούτων αὖθις συνταχθείη. Ὡς δ̓ οὖν μετὰ καιρὸν ἧκον οἱ τούτοις διακονούμενοι,χαρίεις τις ἐδόκει καὶ φαιδρότητι γανύμενος ὁ Ἀναστάσιος: ἔχαιρε δὲ καὶ ταῖς ἀληθείαις τῶν ἐσπουδασμένων τετυχηκώς, καὶ ἀνηρώτα τὸν τρόπον, ὅπως τε εὕρηνται, καὶ παρὰ τίσι, καὶ εἴ τι τοιουτῶδες καταλέλειπται. Τῶν δὲ πολλοὺς καταβεβληκέναι πόνους ἐπὶτῇ τούτων συναγωγῇ διϊσχυριζομένων, ὀμνυόντων τε πρὸς τοῦ βασιλέως ὡς οὐδεὶς ἕτερος χάρτης ταῦτα δηλοῦν δυνάμενος ἀνὰ πᾶν ἀπόκειται τὸ πολίτευμα, αὖθις πυρὰν ἐξῆψε μεγάλην ἐκ τῶν ἀποκομισθέντων χαρτῶν καὶ τὴν σποδιὰν ὕδασιν ἐπέκλυσεν, ἀφανίσαι τέλεον τὴν πρᾶξινβουλόμενος: ὥστε μὴ κόνιν, μὴ τέφραν, μήτε μήν τι λείψανον τοῦ πράγματος ἧττον ἀποκαυθέντων φανῆναι. Ὡς ἂν δὲ μὴ τὸ κώλυμα τῆς πράξεως τοσοῦτον ἐξάραντες δόξαιμεν ἀγνοεῖν τί τε καὶ ὅσα τοῖς ἀρχαιοτέροις περὶ ταύτης ἐμπαθῶς ἱστόρηται, φέρε καὶ ταῦτα παράθωμαι καὶ δείξω ψευδῆ, καὶ διαφερόντως ἐξ ὧν αὐτοὶ διεξῆλθον.