<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2733.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" n="3"><div type="textpart" subtype="chapter" n="37"><p>Ἀλλὰ καὶ Πέρσαι παρασπονδήσαντες ὑπὸ Καβάδῃ <note>Niceph. xvi 37 Malal. 398
                            Theophan. 144 Procop. i 33 s#3. Marcell. Com. a. 502</note> τῷ βασιλεῖ,
                        καὶ τὰ οἰκεῖα καταλελοιπότες ἤθη, πρῶτα μὲν Ἀρμενίαις ἐπεστράτευσαν, καὶ
                        πολίχνιον ἐπίκλην Θεοδοσιούπολιν ἑλόντες, ἐς Ἄμιδαν πόλιν ὀχυρὰν τῆς μέσης
                        τῶν ποταμῶν ἀφικνοῦνται, καὶ ταύτην ἐκπολιορκήσαντες εἷλον. Ἣν αὖθις ὁ
                        Ῥωμαίων βασιλεὺς <pb n="136"/> πολλοῖς ἀνενεώσατο πόνοις. Εἴ τῳ δὲ φίλον
                        λεπτῶς τὰ περὶ τούτων εἰδέναι καὶ τῇ ἀκριβείᾳ πάντων ἐπεξελθεῖν, <note>Cf.
                            FHG i 142</note> Εὐσταθίῳ εὖ μάλα σοφῶς μετὰ πολλοῦ τοῦ πόνου καὶ τῆς ἐς
                        ἄγαν κομψείας ἱστόρηταί τε καὶ συγγέγραπται: ὃς μέχρι τῆς γραφῆς ταύτης
                        ἱστορήσας τοῖς ἀπελθοῦσισυναριθμεῖται, δωδέκατον ἔτος τῆς Ἀναστασίου
                        καταλελοιπὼς βασιλείας. <note>Malal. 399 Theophan. 150 Theod. Lect. ii 57
                            Joh. Nikiu c. 89, p. 492</note> Μετὰ γοῦν τὸν πόλεμον τοῦτον ὁ
                        Ἀναστάσιος Δάρας χωρίον τῆς μέσης τῶν ποταμῶν πρὸς ταῖς ἐσχατιαῖς τῆς
                        Ῥωμαίων ἐπικρατείας κείμενον καὶ μεθόριον ὥσπερ ἑκατέρασπολιτείας καθεστώς,
                        ἐξ ἀγροῦ πόλιν εἶναι ποιεῖ, καρτερῷ τε τειχίσας περιβόλῳ, οἰκοδομίας τε
                        διαφόρους ἐκπρεπεῖς περιθεὶς ἐκκλησιῶν τε καὶ μὴν καὶ ἑτέρων εὐαγῶν οἴκων
                        βασιλείων τε στοῶν καὶ δημοσίων βαλανείων καὶ ἄλλων αἶς αἱ ἐπίσημοι τῶν
                        πόλεων ἐγκαλλωπίζονται.Λέγεται δὲ πρός τινων Δάρας τὸ χωρίον προσηγορίαν
                        λαχεῖν, διότι Δαρεῖον αὐτόθι κατηγωνίσατο παντάπασιν Ἀλέξανδρος ὁ Μακεδὼν ὁ
                        Φιλίππου. </p></div></div></div></body></text></TEI>