<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2733.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" n="3"><div type="textpart" subtype="chapter" n="35"><p>Οὐκ ἀπὸ δὲ τρόπου καθ̓ ἣν ἐτύχομεν προκαταβεβληκότες <note>Niceph. xvi 36
                            Malal. 393 et Hermes vi 373 Theophan. 137 — 140 Theod. Lect. ii 9 Joh.
                            Antioch. FHG v 30 Marcell. Com. a. 492 Cf. FHG iv 141</note> ὑπόσχεσιν,
                        καὶ τὰ ἕτερα λόγου ἄξια ὑπὸτοῖς Ἀναστασίου χρόνοις γενόμενα συνάψαι τῇ
                        ἱστορίᾳ. Λογγῖνος ὁ Ζήνωνος ὅμαιμος τὴν ἐνεγκαμένην ὡς προδιήγηται
                        κατειληφώς, τὸν πρὸς τὸν αὐτοκράτορα πόλεμον ἀναφανδὸν ἀναζώννυται. Καὶ
                        πολλῶν ἔνθεν τε κἀκεῖθεν συναθροισθεισῶν δυνάμεων, μεθ̓ ὧν καὶ Κόνων
                        ἐτύγχανενὤν — ἐπίσκοπος ἐν Ἀπαμείᾳ τῆς τῶν Σύρων ἐπαρχίας γεγονὼς τοῖς
                        Ἰσαύροις ὡς Ἴσαυρος συνεστράτευσε — , τέλος <pb n="135"/> ἐπιτίθεται τῷ
                        πολέμῳ, τῶν μὲν Ἰσαύρων τῶν συστρατευσάντων τῷ Λογγίνῳ πανωλεθρίᾳ φθαρέντων,
                        τῶν δὲ κεφαλῶν Λογγίνου καὶ Θεοδώρου πρὸς Ἰωάννου τοῦ Σκύθου σταλεισῶν ἀνὰ
                        τὴν βασιλέως πόλιν: ἃς καὶ ἐν κοντοῖς περιαρτήσας ὁ βασιλεὺς ἐν ταῖς
                        καλουμέναις Συκαῖς ἀντιπέρας τῆς Κωνσταντίνου κειμέναις ἐπῃώρησεν, ἡδὺ θέαμα
                        τοῖς Βυζαντίοις ἀνθ̓ ὧν κακῶς πρὸς Ζήνωνος καὶ τῶν Ἰσαύρων ἐπεπόνθεσαν. Καὶ
                        ὁ ἕτερος δὲ Λογγῖνος τὸ πολὺ τῆς τυραννίδος συνέχων, ὁ ἐπίκλην Σελινούντιος,
                        καὶ Ἴνδης σὺν αὐτῷ, πρὸς Ἰωάννου τοῦ ἐπίκλην Κυρτοῦ στέλλονται τῷ Ἀναστασίῳ
                        ζωγρίαι: ὃ μάλιστα τόν τε βασιλέα τούς τε Βυζαντίους τεθεράπευκε, θριάμβου
                        δίκην ἀνὰ τὰς λεωφόρους τῆς πόλεως ἀνά τε τὴν ἱπποδρομίαν Λογγίνου τε καὶ
                        Ἴνδου περιενεχθέντων, καὶ τῶν ἐκ σιδήρου πεποιημένων ἁλύσεων ἀνὰ τοὺς
                        αὐχένας καὶ τὰς χεῖρας περιβεβλημένων. Ἐντεῦθεν καὶ τὰ καλούμενα πρώην
                        Ἰσαυρικὰ τοῖς βασιλικοῖς ἐσηνέχθη θησαυροῖς: ἦν δὲ ἄρα τοῦτο χρυσίον ἐς
                        ἕκαστον ἔτος τοῖς βαρβάροις χορηγούμενον, πεντακισχιλίας ἕλκον λίτρας. </p></div></div></div></body></text></TEI>