<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2733.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" n="3"><div type="textpart" subtype="chapter" n="33"><p>Ἐκβεβλημένου τοίνυν Φλαβιανοῦ, Σευῆρος ἐπὶ <note>Niceph. xvi 29</note>
                        <milestone unit="altpage" n="366"/>
                        <note>21</note> τὸν ἱερατικὸν τῆς Ἀντιόχου θρόνον ἄνεισι, χρηματιζούσης τῆς
                        πόλεως ἔτος πρῶτον καὶ ἑξηκοστὸν καὶ πεντακοσιοστόν, ἀνὰ τὸν Δῖον μῆνα, τῆς
                        ἕκτης ἐπινεμήσεως τοῦ τηνικάδε κύκλου, κατὰ τήνδε τὴν γραφὴν χρηματιζούσης
                        πρῶτον τεσσαρακοστὸν καὶ ἑξακοσιοστὸν ἔτος. Ὃς πατρίδα τὴν Σωζοπολιτῶν
                        κληρωσάμενος, ἢ μία τοῦ Πισιδῶν ἐστιν ἔθνους, δικανικοῖς πρώην ἐσχολάκει
                        λόγοις ἀνὰ τὴν Βηρυτίων: ἐκ δὲ τῆς τῶν νόμων ἀσκήσεως εὐθὺ τοῦ ἁγίου
                        μεταλαβὼν βαπτίσματος ἀνὰ τὸ ἱερὸν τέμενος Λεοντίου τοῦ θεσπεσίου μάρτυρος,
                        τοῦ ἐπὶ τῆς Τριπολιτῶν Φοινίκης παράλου τιμωμένου, ἐπὶ τὸν μονήρη βίον
                        μετῆλθεν ἔν τινι φροντιστηρίῳ, ἀνὰ τὸν μέσον χῶρον κειμένῳ Γάζης τοῦ
                        πολίσματος καὶ τοῦ λεγομένου Μαιουμᾶ <note>Theophau. 156</note>
                        <pb n="132"/> τοῦ πολιχνίου. Ἔνθα καὶ Πέτρος ὁ Ἴβηρ ὁ τῆς αὐτῆς Γάζης
                        προεδρεύσας καὶ σὺν Τιμοθέῳ τῷ Αἰλούρῳ πεφευγὼς διὰ τῶν αὐτῶν ἦλθε
                        σκαμμάτων, πολὺν λόγον ἑαυτῷ καταλελοιπώς. Καὶ Νηφαλίῳ μὲν ὁ Σευῆρος
                        διαλογικῶς συμπλέκεται, τῆς αὐτῆς αὐτῷ πρότερον καθεστῶτιμοίρας περὶ τὴν
                        μίαν φύσιν, ὕστερον δὲ τῆς ἐν Καλχηδόνι συνόδου καὶ τῶν δύο πρεσβευόντων
                        φύσεις ἐπὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ γενομένῳ. Ἐξελαύνεται <note>Joh.
                            Nikiu c. 89, p. 494 Barhebr. i 188 Theophan. 152 Rev. Arch. N.S. 26,
                            396</note> δὲ πρὸς αὐτοῦ Νηφαλίου καὶ τῶν σὺν αὐτῷ τοῦ οἰκείου
                        φροντιστηρίου, μεθ̓ ἑτέρων πολλῶν τὰ παραπλήσιαδοξαζόντων αὐτῷ. Ἔνθεν ἐπὶ
                        τὴν βασιλέως ἄνεισι πόλιν, ὑπέρ τε αὐτοῦ καὶ τῶν ἅμα αὐτῷ ἐξεληλαμένων
                        πρεσβεύσων: καὶ Ἀναστασίῳ τῷ βασιλεῖ <milestone unit="altpage" n="367"/>
                        γνώριμος καθίσταται, ὡς τὰ περὶ τούτων τῷ συγγράψαντι <note>Liberat. xix
                            Theod. Lect. ii 31 Cyrill. Scyth. Sabae vita c. 56 Niceph. xvi 30</note>
                        τὸν Σευήρου βίον ἀνείληπται. Συνοδικὰς τοίνυν ἐπιστολὰσγράφων ὁ Σευῆρος
                        ῥητῶς τὴν ἐν Καλχηδόνι σύνοδον ἀνατεθεμάτικε: περὶ οὗ τὰ πρὸς Ἀλκίσωνά φησι
                        γράμματα ταυτὶ τὰ ῥήματα: <q>Τὰ μὲν συνοδικὰ Τιμοθέου τοῦ νῦν
                            Κωνσταντινουπόλεως ἐδέχθη ἐνταῦθα ἐν Παλαιστίνῃ, ἡ δὲ
                            καθαίρεσισΜακεδονίου καὶ Φλαβιανοῦ οὐκ ἐδέχθη: ἀλλ̓ οὐδὲ τὰ συνοδικὰ
                            Σευήρου. Ἀλλὰ καὶ οἱ κομίσαντες ἐνταῦθα ἀτιμασθέντες καὶ ὑβρισθέντες
                            ἀξίως ἔφυγον τῆς πόλεως, ἐπ̓ αὐτοὺς τοῦ δήμου τε καὶ τῶν μοναχῶν
                            κινηθέντων. Καὶ ἡ μὲν Παλαιστίνη ἐν τούτοις ἦν. Τῶν δὲ ὑπ̓Ἀντιόχειαν οἱ
                            μὲν συναρπασθέντες ὑπήχθησαν, ἐξ ὧν ἐστι καὶ Μαρῖνος ὁ Βηρυτοῦ
                            ἐπίσκοπος: οἱ δὲ βίᾳ καὶ ἀνάγκῃ συνέθεντο τοῖς συνοδικοῖς Σευήρου,
                            ἀναθεματισμὸν ἔχουσιν ἅμα τῆς συνόδου καὶ τῶν λοιπῶν τῶν εἰρηκότων δύο
                            φύσεις ἢ ἰδιότητας ἐπὶ τοῦ Κυρίου, τῆς σαρκὸς καὶτῆς θεότητος: οἱ δὲ
                            μετὰ τὸ ἐξ ἀνάγκης συνθέσθαι μεταβαλλόμενοι ἀνεκαλέσαντο, ὦν εἰσιν οἱ
                            ὑπὸ Ἀπάμειαν ἐπίσκοποι: ἄλλοι δὲ καθόλου οὐκ ἠνέσχοντο συνθέσθαι, ὧν
                            εἰσιν Ἰουλιανὸς ὁ Βοστρῶν καὶ Ἐπιφάνιος ὁ Τύρου <pb n="133"/> καὶ ἄλλοι
                            τινές, ὥς φασι, τῶν ἐπισκόπων. Οἱ δὲ Ἴσαυροι νῦν ἀνανήψαντες ἑαυτῶν μὲν
                            καταγινώσκουσιν ἐπὶ τῇ προτέρᾳ ἐξαπάτῃ, Σευῆρον δὲ καὶ τοὺς σὺν αὐτῷ
                            ἀναθεματίζουσιν. Ἕτεροι δὲ τῶν ὑπὸ Σευῆρον ἐπισκόπων καὶ κληρικῶν τὰς
                            ἐκκλησίας ἀφέντες ἔφυγον. Ὧν ἐστι καὶ ὁ Βοστρῶν Ἰουλιανὸς καὶ Πέτρος ὁ
                            Δαμασκοῦ ἐνταῦθα διάγοντες: ἀλλὰ καὶ Μάμας, εἷς δὲ οὗτος τῶν δοξάντων
                            δύο ἐξάρχων εἶναι τῶν Διοσκοριανῶν ὑφ̓ ὧν καὶ Σευῆρος κατήχθη, καταγνοὺς
                            αὐτῶν τῆς αὐθαδείας.</q> Καὶ μεθ̓ ἕτερα: <q>Τὰ δὲ ἐνταῦθα μοναστήρια καὶ
                            αὐτὰ τὰ Ἱεροσόλυμα ὁμονοοῦσι σὺν θεῷ περὶ τὴν ὀρθὴν πίστιν, καὶ ἄλλαι
                                <milestone unit="altpage" n="368"/> δὲ πλεῖσται πόλεις μετὰ τῶν
                            ἐπισκόπων: περὶ ὧν ἁπάντων καὶ ἡμῶν προσεύχου μὴ εἰσελθεῖν εἰς
                            πειρασμόν, δέσποτα ἁγιώτατε καὶ τιμιώτατε ἡμῶν πάτερ.</q>
                    </p></div></div></div></body></text></TEI>