<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2733.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" n="3"><div type="textpart" subtype="chapter" n="32"><p>Τὰ δέ γε σμύχοντα ἐν παραβύστῳ τὸν Ἀναστάσιον <note>Niceph. xvi 26 Theod.
                            Lect. ii 6, 12 Theophan. 136, 140 Georg. Mon. 521</note> ἕτερα ἦν. Ἡνίκα
                        γὰρ ἡ Ἀριάδνη τῷ Ἀναστασίῳ τὸ ἁλουργὲς ἐβούλετο περιβαλεῖν σχῆμα, οὐκ ἄλλως
                        ὁ Εὐφήμιος τὴν ἀρχιερατικὴν διέπων καθέδραν συνετίθετο, μέχρις ὅτου τὴν δἰ
                        ἐγγράφων καὶ ὅρκων δεινῶν ὁμολογίαναὐτόγραπτον ὁ Ἀναστάσιος ἐς Εὐφήμιον
                        ἔθετο ἦ μὴν ἀκέραιον φυλάξαι τὴν πίστιν καὶ μηδὲν καινουργὲς ἐσαγαγεῖν τῇ
                        ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ, εἰ τῶν σκήπτρων ἐπιλάβοιτο: ἣν καὶ παρέθετο
                        Μακεδονίῳ τὴν τῶν σεπτῶν κειμηλίων παραφυλακὴν ἐμπεπιστευμένῳ. Ἐδεδράκει
                        δὲταῦτα διότι γε ὁ Ἀναστάσιος δόξαν μανιχαϊκῆς νομίσεως παρὰ τοῖς πολλοῖς
                        εἶχεν. Ἐπειδὴ τοίνυν ὁ Μακεδόνιος ἐς τὸν ἱερατικὸν ἀνέβη θρόνον, ἤθελε τὴν
                        οἰκείαν ὁμολογίαν ἀναλαβεῖν ὁ Ἀναστάσιος, καθυβρίζεσθαι τὴν <milestone unit="altpage" n="365"/> βασιλείαν λέγων εἰ τὸ ῥηθὲν αὐτόγραπτον
                        ἐναπομένοι.Καὶ πρὸς τοῦτο μάλα γενναίως ἐνισταμένου τοῦ Μακεδονίου, καὶ μὴ
                        προδώσειν τὴν πίστιν ἐνισχυριζομένου, <note>Rev. Arch. N. S. 26, 398
                            Theophan. 155 Theod. Lect. ii 26 — 28</note> πᾶσαν ἐπιβουλὴν ἐτύρευσεν ὁ
                        βασιλεύς οἱ, ἐξῶσαι τῆς καθέδρας ἐθέλων. Ἀμέλει τοιγαροῦν καὶ παῖδες
                        συκοφάνται παρήγοντο, καὶ σφῶν αὐτῶν καὶ Μακεδονίουαἰσχρουργίαν
                        κατεψεύδοντο. Ὡς δὲ τῶν ἀνδρείων ἐψιλωμένος ὁ Μακεδόνιος ὤφθη, πρὸς ἕτερα
                        ἐχώρουν τεχνάσματα, μέχρις ὅτε συμβουλεύμασι Κέλερος ἡγεμόνος τῶν ἐν τῇ αὐλῇ
                        τάξεων ὁ Μακεδόνιος λαθραίως τῶν οἰκείων ἐξέστη θρόνων.<note>Niceph. xvi 27
                            Cyrill. Scyth. Sabae vita c. 56</note> Τῇ δὲ ἐκβολῇ Φλαβιανοῦ ἕτερα
                        προστιθέασι. Κατειλήφαμεν γὰρ ἐνίους ἐσχατογέροντας τὰ ὅσα συμβέβηκεν ἐπὶ
                        Φλαβιανοῦ τῇ μνήμῃ διασώζοντας: οἳ λέγουσιν ὡς ὑπὸ Ξεναΐᾳ ἀνδρί — ἦν δὲ ὁ
                        Ξεναΐας τῆς γείτονος Ἱερᾶς πόλεως πρόεδρος, ἑλλάδι φωνῇ Φιλόξενος
                        προσαγορευόμενος — πεισθέντεσοἵ τε τῆς καλουμένης Κυνηγικῆς μοναχοὶ <pb n="131"/> καὶ ὅσοι τοῦ πρώτου τῶν Σύρων ἔθνους καθεστήκεσαν, ἀθρόοι μετὰ
                        ταραχῆς καὶ τῆς ἐς ἄγαν ἀταξίας ἐσπεπηδήκασι τῇ πόλει, βιαζόμενοι Φλαβιανὸν
                        ἀναθεματίσαι τὴν ἐν Καλχηδόνι σύνοδον καὶ τὸν τόμον Λέοντος. Πρὸς ὃ
                        δυσανασχετοῦντος Φλαβιανοῦ, καὶ τῶν μοναχῶν μετὰ πολλῆς τῆς ῥύμης
                        ἐνισταμένων, ἀναστὰς ὁ λεὼς τῆς πόλεως φόνον πολὺν τῶν μοναχῶν κατειργάζετο:
                        ὡς καὶ πολλοὺς καὶ ἀναριθμήτους αὐτῶν τάφον τὸν Ὀρόντην κληρώσασθαι, τῶν
                        σωμάτων τοῖς κύμασι κηδευθέντων. Συνέπεσε δὲ καὶ ἕτερον τούτῳ οὐκ
                        ἐλαττούμενον. Τὸ γὰρ <note>Rev. Arch. N. S. 26, 397</note> τῆς Κοίλης
                        Συρίας, νῦν δὲ δευτέρας προσαγορευομένης μοναδικόν, προσπάσχον τῷ Φλαβιανῷ,
                        ἐπειδὴ τὸν μονήρη μετῆλθε βίον ἔν τινι φροντιστηρίῳ ἐπὶ ἀγροῦ — Τιλμογνὼν
                        ὄνομα τούτῳ — διακειμένῳ, ἔπεισι τῇ Ἀντιόχου ἀμύνειν τῷ Φλαβιανῷ βουλόμενον,
                        ὡς κἀνταῦθα οὐ μικρά τινα συμβῆναι. Εἴτε οὖν ἐκ τῶν προτέρων, εἴτε καὶ ἐκ
                        τῶν <note>Malal. 400 Joh. Nikiu c. 89, p. 497</note> δευτέρων, ἢ καὶ ἐξ
                        ἀμφοῖν, ὁ Φλαβιανὸς ἐκβάλλεται, κατακριθεὶς Πέτρας οἰκεῖν πρὸς ταῖς
                        ἐσχατιαῖς τῶν Παλαιστινῶν κειμένας. </p></div></div></div></body></text></TEI>