Περὶ τοίνυν Μακεδονίου καὶ Φλαβιανοῦ γράφοντὸ ἐν Παλαιστίνῃ μοναδικὸν πρὸς Ἀλκίσωνα ἐπὶ λέξεως λέγει ταῦτα: Πέτρου δὲ κεκοιμημένου, πάλιν εἰς αὐτοὺς ἀπεσχίσθησαν Niceph. xvi 28 ʼ Λλεξάνδρειά τε καὶ Αἴγυπτος, Ἀθανασίου τοῦ μετὰ Πέτρον καταστάντος ἀναθεματισμὸν τῇ συνόδῳ ἀποστείλαντος ἔγγραφον ἐν τοῖς συνοδικοῖς τῷ τε Κωνσταντινουπόλεως καὶ τῷ Ἀντιοχείας καὶ τῷ Ἱεροσολύμων: καὶ μὴ δεχθέντος ἐξ ἐκείνου Ἀλεξάνδρειά τε καὶ Αἴγυπτος καὶ Λιβύη καθ̓ ἑαυτὰς διετέλεσαν, καὶ ἡ λοιπὴ πᾶσα ἀνατολὴ πάλιν καθ̓ ἑαυτήν, τῶν δυτικῶν μὴ ἀνεχομένων ἄλλως αὐταῖς κοινωνεῖν ἢ πρὸς τῷ ἀναθεματίζειν Νεστόριόν τε καὶ Εὐτυχῆ καὶ Διόσκορον προστιθέναι καὶ Πέτρον τὸν Μογγὸν καὶ Ἀκάκιον. Ἐν τούτοις οὖν τῶν ἀνὰ τὴν οἰκουμένην οὐσῶν ἐκκλησιῶν, οἱ γνήσιοι τῶν ἀπὸ Διοσκόρου καὶ Εὐτυχοῦς εἰς πάντη ἐλάχιστον περιέστησαν τὸν ἀριθμόν. Καὶ μελλόντων ὅσον οὐδέπω ἐκλιπεῖν ἀπὸ τῆς γῆς ὥστε μὴ ὑπάρχειν αὐτούς, Ξεναΐας ὁ τοῦ θεοῦ ξένος ἀληθῶς, οὐκ οἴδαμεν τί σκοπῶν ἢ ποίαν ἔχθραν πρὸς Φλαβιανὸν ἐκδικῶν, προφάσει δὲ τῆς πίστεως ὡς οἱ πολλοὶ διηγοῦνται, κινεῖν μὲν πρὸς αὐτὸν καὶ διαβάλλειν ἄρχεται ὡς Νεστοριανόν. Ἐκείνου δὲ Νεστόριον σὺν τῷ φρονήματι ἀναθεματίσαντος, μετέβαινε πάλιν ἐξ ἐκείνου ἐπὶ Διόσκορον καὶ Θεόδωρον καὶ Θεοδώρητον καὶ Ἴβαν καὶ Κύρον καὶ Εὐθέριον καὶ Ἰωάννην καὶ οὐκ ἴσμεν οὕστινας καὶ ὅθεν συλλεξάμενος: ὧν οἱ μὲν τὰ Νεστορίου ἀληθῶς ἐπρέσβευσαν, οἱ δὲ ὑπονοηθέντες ἀνεθεμάτισαν καὶ ἐν τῇ κοινωνίᾳ τῆς ἐκκλησίας κεκοίμηνται. Τούτους πάντας τὰ Νεστορίου, φησί, νοήσαντας εἰ μὴ ἀναθεματίσειας, τὰ Νεστορίου φρονεῖς, κἂν μυριάκις αὐτὸν μετὰ τοῦ φρονήματος ἀναθεματίζῃς. Ἀνεκίνει δὲ διὰ γραμμάτων καὶ τοὺς ἀπὸ Διοσκόρου τοῦ Εὐτυχοῦς συνηγόρους, πείθωνσυνάρασθαι μὲν αὐτῷ κατὰ Φλαβιανοῦ, μὴ μέντοι ἀναθεματισμὸν ἀπαιτεῖν τῆς συνόδου, ἀλλὰ τῶν προειρημένων μόνων προσώπων. Τοῦ δὲ ἐπισκόπου Φλαβιανοῦ τούτοις ἐπὶ πολὺ ἀντιτείναντος ἑτέρων τε μετὰ Ξεναΐα συμπλεκομένωνκατ̓ αὐτοῦ, Ἐλευσίνου μὲν ἐπισκόπου τινὸς τῆς δευτέρας Καππαδοκίας, Νικίου δὲ Λαοδικείας τῆς Συρίας, καὶ ἄλλων ἄλλοθεν — ὧν τὰς αἰτίας τῆς πρὸς Φλαβιανὸν μικροψυχίας ἑτέρων ἀλλ̓ οὐχ ἡμῶν διηγήσασθαι — , τέλος νομίσας διὰ τούτους εἰρηνεύειν αὐτοὺς εἶξεν αὐτῶν τῇφιλονεικίᾳ. Καὶ ἐγγράφως τὰ πρόσωπα ἀναθεματίσας ἀπέστειλε τῷ βασιλεῖ: καὶ αὐτὸν γὰρ κατ̓ αὐτοῦ κεκινήκασιν ὡς τὰ Νεστορίου πρεσβεύοντος. Μηδὲ τούτῳ οὖν ἀρκεσθεὶς ὁ Ξεναΐας τῆς συνόδου αὐτῆς πάλιν ἀναθεματισμὸν καὶ τῶν δύο φύσεις ἐπὶ τοῦ Κυρίουεἰρηκότων, τῆς σαρκὸς καὶ τῆς θεότητος, ἀπῄτει τὸν Φλαβιανόν: μὴ ὑπακούσαντος δέ, ὥσπερ Νεστοριανοῦ πάλιν κατηγόρει. Πολλῶν δὲ ἐπὶ τούτῳ κεκινημένων, καὶ τοῦ πατριάρχου ἔκθεσιν περὶ πίστεως πεποιημένου, ἐν ᾗ πρὸς καθαίρεσιν μὲν Νεστορίου καὶ Εὐτυχοῦς τὴνσύνοδον δέχεσθαι ὡμολόγει, μὴ μέντοι εἰς ὅρον καὶ διδασκαλίαν πίστεως, πάλιν ὡς τὰ Νεστορίου ὑπούλως φρονοῦντος ἐπελαμβάνοντο, εἰ μὴ καὶ τὸν ἀναθεματισμὸν αὐτῆς προσθείη τῆς συνόδου καὶ τῶν δύο φύσεις ἐπὶ τοῦ Κυρίου εἰρηκότων τῆς σαρκὸς καὶ τῆς θεότητος. Προσυπάγονταιδὲ πολλαῖς λόγων ἀπάταις καὶ τοὺς Ἰσαύρους: καὶ ποιήσαντες γραμματεῖον περὶ πίστεως, ἐν ᾧ τὴν σύνοδον μετὰ τῶν δύο φύσεις εἰρηκότων ἢ ἰδιότητας ἀναθεματίσαντες, Φλαβιανοῦ μὲν ἀφίστανται καὶ Μακεδονίου, ἄλλοις δὲ σπένδονται ὑπογράψασι τῷ γραμματείῳ. Ἐν τούτοις καὶ τὸν Ἱεροσολύμων ἀπῄτουν ἔγγραφον περὶ πίστεως: ὃς ἐκθέμενος ἀπέστειλε τῷ βασιλεῖ δἰ αὐτῶν τῶν ἀπὸ Διοσκόρου. Ὅπερ αὐτοὶ μὲν προφέρουσιν ἀναθεματισμὸν περιέχον τῶν δύο φύσεις εἰρηκότων: αὐτὸς δὲ ὁ Ἱεροσολύμων νενοθεῦσθαι παῤ αὐτῶν διαβεβαιούμενος, ἄλλο προφέρει δίχα τοιούτου ἀναθεματισμοῦ. Καὶ οὐ θαῦμα: καὶ γὰρ καὶ λόγους πατέρων πολλοὺς νενοθεύκασι, πολλοὺς δὲ Ἀπολιναρίου λόγους Ἀθανασίῳ καὶ Γρηγορίῳ τῷ Θαυματουργῷ καὶ Ἰουλίῳ διὰ τῶν ἐπιγραφῶν ἀνατεθείκασιν: οἷς μάλιστα τοὺς πολλοὺς πρὸς τὰς ἰδίας ἀσεβείας σφετερίζονται. Ἀπῄτουν δὲ καὶ Μακεδόνιον ἔγγραφον περὶ πίστεως: ὃ καὶ ἐξέθετο τὴν τῶν τριακοσίων δέκα ὀκτὼ καὶ τῶν ἑκατὸν πεντήκοντα μόνων εἰδέναι πίστιν διαβεβαιούμενος, ἀναθεματίζων δὲ Νεστόριον καὶ Εὐτυχῆ καὶ τοὺς δύο υἱοὺς ἢ Χριστοὺς δογματίζοντας ἢ τὰς φύσεις διαιροῦντας, μήτε δὲ τῆς ἐν Ἐφέσῳ Νεστόριον καθελούσης μνησθεὶς μήτε τῆς ἐν Καλχηδόνι καθελούσης τὸν Εὐτυχῆ. Ἐφ̓ ᾧ ἀγανακτήσαντα τὰ περὶ Κωνσταντινούπολιν μοναστήρια ἀφίστανται τοῦ ἐπισκόπου Μακεδονίου. Ἐν τούτοις ὅ τε Ξεναΐας καὶ Διόσκορος πολλοὺς προσλαβόμενοι τῶν ἐπισκόπων ἀφόρητοι ἦσαν, κινοῦντες κατὰ τῶν μὴ ἀνεχομένων ἀναθεματίζειν. Ὧν τοὺς εἰς τέλος μὴ ὑπείκοντας ἐξορίᾳ ὑποβάλλεσθαι πολλαῖς μηχαναῖς παρεσκεύαζον. Οὕτως οὖν καὶ Μακεδόνιον ἐξορίζουσι καὶ Ἰωάννην τὸν Παλτοῦ ἐπίσκοπον καὶ Φλαβιανόν. Ταῦτα μὲν οὖν τὰ γράμματα λέγει.